TLG 0733 001 :: CASSIUS Iatrosophista :: Quaestiones medicae et problemata physica CASSIUS Iatrosophista Med., Iatrosophista Quaestiones medicae et problemata physica Citation: Section — (line) | ||
t | ΚΑΣΣΙΟΥ ΙΑΤΡΟΣΟΦΙΣΤΟΥ ΙΑΤΡΙΚΑΙ ΑΠΟΡΙΑΙ ΚΑΙ ΠΡΟΒΛΗΜΑΤΑ | |
1 | Διὰ τί τὰ στρογγύλα ἕλκη δυσαλθέστερα καθέστηκε τῶν ἄλλων; οἱ μὲν οὖν Ἡροφίλειοι τὴν αἰτίαν ἀποδιδόασι, γεωμετρικῇ χρώμενοι ἀποδείξει· φασὶ γάρ, ὅτι τὰ κυκλικὰ σχήματα τῶν ἑλκῶν μικρὰ μὲν φαίνεται τῇ περιοχῇ, οὐ | |
5 | τοιαῦτα δ’ ἐστίν, ἀλλ’ ἔχει τῇ δυνάμει μείζονα τὰ ἐμβαδά, ἤπερ φαίνεται. τὸ μεῖζον δὲ πλείονος χρόνου δεῖται πρὸς τὴν ἐπούλωσιν· ὥστε εἰκότως τὰ τοιαῦτα ἕλκη φαίνεται δυσαλθῆ, εἴ γε καὶ μικρὰ φαίνεται· κατὰ δὲ τὸ ἀληθὲς οὐχ οὕτως ἔχει, ἀλλ’ ἐστὶ μείζονα. τοῦτο δὲ περικειμένως | |
---|---|---|
10 | διεκρούσατο Ἀσκληπιάδης· εἴτις στρογγύλου ἕλκους ὑπο‐ κειμένου, ἐπιδιέλῃ τὰ παρακείμενα σώματα, ὥστε ἐκ τῆς ἐπιδιαιρέσεως γενέσθαι ἐπιμηκέστερον τὸ σχῆμα τοῦ ἕλκους, θᾶττον ἂν γένοιτο ἡ ἐπούλωσις. τοῦτο δ’ ἐναντίον τῷ τοῦ Ἡροφίλου ἀρέσκοντι. εἰ γὰρ τὸ μέγεθος τοῦ ἕλκους, ὡς | |
15 | αὐτοί φασιν, αἴτιον γίνεται τῆς δυσθεραπευσίας, ἐχρῆν τοῦ αὐτοῦ ὑποκειμένου μεγέθους καὶ ἑτέρου προσγινομένου ἐκ τῆς ἐπιδιαιρέσεως, μᾶλλον γίνεσθαι δυσιατότερα ταῦτα τὰ ἕλκη. αὐτὸς δὲ ὁ Ἀσκληπιάδης τοιαύτην ἀποδίδωσιν αἰ‐ τίαν· φησὶ γάρ, ὅτι ἐπὶ παντὸς πράγματος, ᾧ σύμφυτόν | |
20 | ἐστι τὸ κινεῖσθαι, ἡ σφοδροτέρα κίνησις γίνεται ἐκ τῶν κατ’ αὐτὰ ἀρχῶν. ἀρχὰς δὲ λέγει τὰ μέσα τῶν κινουμέ‐ νων. ὑποδείγμασι δὲ χρῆται πρὸς σαφήνειαν τῇ τε τῶν ποταμῶν κινήσει καὶ τῇ τοῦ πυρός. ὡς γὰρ ἐπὶ τούτων μάλιστα κινεῖται καὶ σφοδρότερον τὰ μέσα, οὕτω συμβαί‐ | |
25 | νει καὶ ἐπὶ τῶν ἑλκῶν· οἷόν τί ἐστι τὸ λεγόμενον, ἐπεὶ τῶν ποταμῶν ἐπὶ τοῦ πλεονάζοντος μέρους σφοδροτέρα γίνεται ἡ κίνησις. πλεονάζει δὲ δηλονότι τὸ μέσον ἐν αὐ‐ τοῖς· ἐκεῖ γὰρ μάλιστα συντρέχει τὸ πλέον. ὁ δ’ ὅμοιος λόγος καὶ περὶ τῆς φλογὸς τοῦ πυρός. κατὰ γὰρ τὸν μέ‐ | 144 |
30 | σον μάλιστα τόπον σφοδρότερον κινεῖται αὕτη οὕτως, ὡς καὶ πολλάκις προαναπηδᾶν κατὰ τοῦτο τὸ μέρος τὴν φλόγα. ἐπεὶ οὖν καὶ τὰ στρογγύλα ἕλκη, καθότι αὐτὰ ὥσπερ συνῆκται, καὶ οἷον εἰς μέσα ἐστὶ κατὰ πᾶν μέρος, διὰ τοῦτο συμβαίνει σφοδροτέραν τὴν κίνησιν ἐπ’ αὐτῶν γίνεσθαι. | |
35 | κίνησις δὲ γίνεται δηλονότι ὄγκων τινῶν φυσικῶς φερομέ‐ νων ἐπὶ τὰ ἔξω διὰ τῶν πόρων, καὶ τῇ σφοδρᾷ τούτων παρόδῳ συμβαίνει ἀνακρούεσθαι τὴν ἐπούλωσιν. ῥητέον δὲ πρὸς τοῦτο, ὅτι εἰ τῶν ὄγκων ἡ σφοδρὰ κίνησις ἐπὶ τὸ ἔξω αἰτία γίγνεται τοῦ εἶναι τὰ τοιαῦτα ἕλκη δυσαλθῆ, ἐχρῆν | |
40 | μάλιστα τοῦτο συμβαίνειν ἐπὶ τῶν ἀκμαζόντων· καὶ ἐκ τούτων ἂν συμβαίη ἕλκη ἐπ’ αὐτῶν τὰ τοιαῦτα· ἐπὶ γὰρ τούτων μάλιστά εἰσιν ὀξυκίνητοι οἱ ὄγκοι καὶ πολλοὶ τῷ πλήθει, ἐπὶ δὲ τῶν γεγηρακότων ὀλίγοι τέ εἰσι καὶ νωχελεῖ τῇ κινήσει χρῶνται· καὶ ἐπίπαν ἐπὶ τούτων διαλθέστερα | |
45 | τὰ τοιαῦτα τῶν ἑλκῶν γίνεται. ῥητέον οὖν, ὅτι ἐπὶ μὲν τῶν κατὰ οἱονεὶ ἐγγώνιον σχῆμα συνισταμένων ἑλκῶν συμ‐ βαίνει τὴν ἐπούλωσιν θᾶττον γίνεσθαι, διὰ τὸ τὰ ὑγιεινὰ σώματα μᾶλλον εἶναι ἀλλήλων πλησίον, καθὸ μάλιστα οἱονεὶ γωνία γίνεται τοῦ ἕλκους. τὰ δὲ ὑγιῆ οὐχ ὡς ἔτυχε συμ‐ | |
1(50) | βάλλεται τῇ ἐπουλώσει. καὶ δῆλον τοῦτο ἐκ τοῦ μᾶλλον εἶναι εὐιατότερα, ἔχοντα παρακείμενα σώματα, τὰ δοκοῦντα μὲν ὑγιῆ, πεπονθότα δέ. ἐπὶ δὲ τῶν στρογγύλων τὰ ὑγιῆ σώματα πανταχόθεν ἐπίσης ἀφέστηκε τῶν ἑλκῶν, καὶ πλέον ἤπερ κατὰ σχῆμα τὸ ἐγγώνιον γινόμενον· ὥσπερ ἐπὶ κύκλου | |
55 | εἰ λάβοιμεν ἐκ βραχέος διαστήματος σημεῖά τινα καὶ ἐπι‐ ζεύξοιμεν εὐθεῖαν κατὰ τὰ σημεῖα, καὶ ὁμοίως ἐφ’ ἑτέρου τριγώνου, ἂν οὕτω τύχῃ, καὶ ἐπιζεύξοιμεν βραχὺ ἀπὸ τῆς γωνίας διαστήσαντες, εὑρίσκεται μείζων ἡ ἐν τῷ κύκλῳ ἐπιζευχθεῖσα εὐθεῖα· οὕτω καὶ ἐπὶ τῶν στρογγύλων ἑλκῶν | |
60 | καὶ τῶν μὴ τοιούτων ἔχει, ὡς ἔφαμεν. διὰ τοῦτο συμβαί‐ νει ῥᾳδίαν τὴν ἐπούλωσιν γίνεσθαι ἐπὶ τῶν κατὰ γωνιῶ‐ | |
δες σχῆμα γινομένων, διὰ τὸ τὰ ὑγιεινὰ σώματα μᾶλλον εἶναι πλησίον ἀλλήλων, καὶ συμβάλλεσθαι ταῦτα τῇ ἐπου‐ λώσει· ὅθεν καὶ ὡς ἐπίπαν ἀπὸ τῶν ἄκρων ἄρχεται ἡ ἐπού‐ | 145 | |
65 | λωσις· καθὸ μάλιστα συνεργεῖ ἀπὸ τῶν παρακειμένων ὑγιει‐ νῶν σωμάτων. ἐπὶ δὲ τῶν στρογγύλων διὰ τὸ πανταχόθεν ἐπίσης ἀφεστᾶναι τὰ ὑγιεινὰ ἀλλήλων καὶ μὴ δύνασθαι συναιρεῖσθαι τῇ ἐπουλώσει, μὴ ῥᾴδιον γίνεσθαι ταύτην. | |
2 | Διὰ τί ἐπιτήδεια τὰ ἄκρα μέρη τοῦ σώματος πρὸς νομήν, ὁμοίως δὲ καὶ τὰ κοῖλα; ἢ ἐπειδὴ ἡ νομὴ νέκρω‐ σίς τίς ἐστι καὶ σῆψις, εὐπερίψυκτα δὲ τὰ ἄκρα δι’ ἔνδειαν ὕλης, ὡς διὰ τοῦτο τὴν νέκρωσιν ὑπομένειν· τὰ δὲ κοῖλα, | |
5 | διὰ τὸ πλεονάζειν ἐν αὐτοῖς ὕλην ὑγρὰν καὶ διὰ τοῦτο τὴν σῆψιν ὑπομένειν. | |
3 | Διὰ τί ὑγιαζομένων τῶν ἑλκῶν καὶ λεπτυνομένων τῶν φλεγμονῶν, κνησμοὶ γίνονται; ῥητέον, ἐπειδὴ ἐπικρα‐ τεῖ τότε τὸ οἰκεῖον. ἐπικρατοῦν δὲ τοῦτο τὸ ἀνοίκειον ἀπε‐ λαύνει ἐκ τοῦ βάθους. ἡ φύσις δὲ ἥδεται χωριζομένου τοῦ | |
5 | ἀνοικείου. | |
4 | Διὰ τί ἐπὶ τῶν ὑδρωπικῶν δίψα γίνεται, καίτοι πολλοῦ τοῦ ὑγροῦ ὑποκειμένου; ῥητέον, ὅτι ἡ ὄρεξις αὕτη γίνεται κατ’ ἐπιζήτησιν τοῦ κατὰ φύσιν ὑγροῦ, οὐ τοῦ παρὰ φύσιν. τὸ δὲ παρακείμενον ἐπὶ τούτων παρὰ φύσιν | |
5 | ἐστί. γίνεται δὲ ἡ ἀνάπαυλα τῆς ὀρέξεως, παρατιθεμένου τοῦ κατὰ φύσιν ὑγροῦ. ἢ ὅτι οὐκ εἰς δεομένους πόρους τὸ κατὰ φύσιν ὑγρὸν μερίζεται, ἀλλ’ ἔξω διωθεῖται. διψῶσιν οὖν ὡς μὴ πίνοντες. | |
5 | Διὰ τί μὴ ὄντες ἐν δίψει, εἰ περιβάλλοιμεν πρὸς λουτρόν, προσγίνεται τὸ διψᾶν, καὶ ἀνάπαλιν, εἰ ἐν δίψει ὄντες, παύεται τὸ δίψος; ὅτι τὸ δίψος γίνεται κατὰ ξηρό‐ τητα. εἰ οὖν διψῶντες περιβάλλοιμεν τὸ λουτρόν, τὸ σῶμα, | |
5 | διὰ τὸ μετέχειν ζωτικῆς δυνάμεως αὐτό, οἱονεὶ ἐπισπᾶται διὰ τῶν τῆς ἐπιφανείας πόρων τὸ ὑγρόν, καὶ οὕτω συμ‐ βαίνει ὑγραίνεσθαι τὸ βάθος, ἐξ οὗ μάλιστα γίνεται τὸ δίψος. ἐπὶ δὲ τῶν μὴ διψώντων καὶ περιβαλλόντων τὸ λουτρόν, ὑπόκειται ὑγρὸν ἐν τῷ σώματι καὶ προΐεται τοῦτο | |
10 | διὰ τῶν ἱδρώτων, διὰ τὸ μὴ ἀντιποιεῖσθαι ὑγρασίας. | |
6 | Διὰ τί ἐπὶ τῶν ἧπαρ ἢ σπλῆνα ἢ πνεύμονα πα‐ | |
σχόντων, ἐπὶ τὸ πεπονθὸς ῥᾴων ἡ κατάκλισις; καὶ μὴν ἐχρῆν ἐπιθλιβομένων τῶν μερῶν σφοδρύνεσθαι τὰ ἀλγή‐ ματα. ἀλλὰ ῥητέον, ὅτι ἐπὶ τὸ ἐναντίον εἰ γένοιτο ἡ κατά‐ | 146 | |
5 | κλισις, ὡς ἐκκρεμασμός τις γίνεται. ἐκκρεμαμένων δὲ τῶν πεπονθότων, μείζων ἡ κατάκλισις γίνεται. | |
7 | Διὰ τί ὡς ἐπίπαν ἐν τοῖς παροξυσμοῖς τὰ ἄκρα περιψύχεται; ὅτι ἐφ’ ὧν ἡ ἀρχὴ τῆς κινήσεως γίνεται, ἐπ’ ἐκεῖνα συντρέχουσιν αἱ ὕλαι. ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἐν τῷ βάθει τῶν μέσων. εἰκὸς οὖν ἐπὶ τοῦτο τὸ μέρος συν‐ | |
5 | τρεχούσης τῆς ὕλης ἐκ παντὸς μέρους τοῦ σώματος ἀπο‐ συλᾶσθαι καὶ τὰ ἄκρα τῆς περιεχομένης ἐν αὐτοῖς ὕλης καὶ φέρεσθαι ἐπὶ τὸ μέσον. ἀποσυληθέντα γὰρ ἐκεῖνα καὶ ἐν ἐνδείᾳ τῆς ὕλης γενόμενα, τὴν περίψυξιν ὑπομένει. | |
8 | Ἡ ἡδονὴ ὥσπερ διάχυσις καὶ ἄνεσις τοῦ σώματός ἐστι, καὶ τοῦτο τρόπον τινὰ αὐτὴ ἡ αἴσθησις παρεγγυᾷ. δῆλον δέ, ὅτι καὶ ἡ ἡδονὴ γίνεται ὕπνου γενομένου. καὶ τοῦτο ἡ πεῖρα μαρτυρεῖ, καὶ ὁ ποιητής, ἐν πολλοῖς νήδυ‐ | |
5 | μον αὐτὸν ὀνομάζων, ὡς ἂν ἡδονῆς παρεκτικόν. Εἰ τοί‐ νυν ἡ ἡδονὴ διάχυσίς ἐστι τοῦ σώματος, ταύτην δὲ ἀπερ‐ γάζεται ὁ ὕπνος, τί οὐ χαλαστικὸν μᾶλλόν φαμεν τὸν ὕπνον, ἤπερ πυκνωτικόν, ὡς οἴονται οἱ μεθοδικοί; ἀλλὰ καὶ ἡ διὰ σκάφης αἰώρα χαλαστική ἐστι, καὶ τῷ παραλαμβάνεσθαι | |
10 | ταύτην ὑπνώδεις πως γίνονται, καταφερόμενοι μεθ’ ἡδο‐ νῆς τινος, ὥστε καὶ ἐκ τούτων ἐστὶ συμβαλεῖν, ὅτι ἄρα μᾶλλόν ἐστι χαλαστικὸς ὁ ὕπνος, ἤπερ ἐφεκτικός. Ἢ πρὸς τοῦτο ῥητέον, ὅτι οὐ πάνυ συμβεβηκός ἐστι τοῦ ὕπνου ἡδονή, ἀλλὰ συμβαίνει τούτου γενομένου, τὴν ἡδονὴν | |
15 | γίγνεσθαι διὰ τὸ τὰ σώματα εἰς τὸ οἰκεῖον ἀποκαθίστασθαι κατάστημα, οἱονεὶ ὑφιεμένου τοῦ κόπου ἐκ τῶν ἐνεργειῶν τῶν ἐν τῇ ἐγρηγόρσει· ὅτι δὲ οὐ πάντως ἡ ἡδονὴ γίνεται διὰ τὴν διάχυσιν τῶν σωμάτων, ἐντεῦθέν ἐστιν εὑρεῖν· ἡ δίψα κατὰ ξηρότητα γίνεται· ἡ δὲ ξηρότης πύκνωσιν | |
20 | ἀπεργάζεται. διψῶντες οὖν ἔσθ’ ὅτε εἰ προσενεγκοίμεθα ὕδωρ ψυχρόν, ἡδόμεθα σφόδρα, καίτοι τῆς προϋποκειμέ‐ νης πυκνότητος ἐπιτεινομένης ἐκ τῆς μίξεως τοῦ ψυχροῦ. καὶ ὥσπερ τὸ ψυχρὸν οὐ λέγομεν χαλαστικὸν διὰ τὸ ἡδο‐ νὴν ἐμποιεῖν τοῖς σώμασιν, οὕτω οὐδὲ τὸν ὕπνον ἂν εἴ‐ | |
25 | ποιμεν χαλαστικόν, ἐπειδὴ ἡδονῆς γίγνεται παρεκτικός. γίγνεται γάρ, ὡς ἔφαμεν, ἡ ἡδονὴ διὰ τὴν εἰρημένην αἰ‐ τίαν. ἡ δὲ διὰ τῆς σκάφης αἰώρα διαφορητικὴ μὲν εἶναι δύναται τῶν παχυμερῶν σωμάτων, τοῦ δὲ αἰσθητικοῦ πνεύ‐ ματος πυκνωτική, ἐπιθολοῦσα αὐτὸ καὶ συστέλλουσα διὰ | 147 |
30 | τὴν ἀκινησίαν τῶν λοιπῶν ὑλῶν. συστελλομένου γὰρ τού‐ του, ὕπνον ἐπιγίνεσθαι συμβαίνει. καὶ οὐ δεῖ θαυμάζειν, εἰ ἡ αὐτὴ αἰώρα διαφορεῖ μὲν τὸ σῶμα, πυκνοῖ δὲ (ὡς ἔφαμεν) τὸ αἰσθητικὸν πνεῦμα. ὥσπερ γὰρ τὸ θερμὸν ὕδωρ ἀνίησι μὲν τὰ ἡμέτερα σώματα, εἰ δὲ ἐπιχυθείη πυρί, | |
35 | σβέννυσι τοῦτο, οὕτω καὶ ἡ αἰώρα τῶν ἐναντίων ἐστὶ ποιητική. καὶ πολλὰ ἄν τις εὕροι τὰ ἐναντία ἀποτελεῖν δυ‐ νάμενα. | |
9 | Διὰ τί ἐπὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, διαιρέ‐ σεως γινομένης ἐπὶ τοσοῦτον ὥστε καὶ μήνιγγα τρωθῆναι, καὶ περιγεγονότων τῶν πεπονθότων καὶ λοιπὸν εἰς ἀπού‐ λωσιν ἐλθόντων τῶν τραυμάτων σπασμὸς ἔσθ’ ὅτε γίνεται, | |
5 | ὥστε καὶ ἀπόλλυσθαι τοὺς τοῦτο παθόντας; ῥητέον οὖν ὅτι φυσικῶς πάλλοντος τοῦ ἐγκεφάλου, συμβαίνει τὴν μή‐ νιγγα προστρίβεσθαι τοῖς ὀστέοις τοῖς περικειμένοις, ἀφ’ ὧν ἐκομίσθη τὰ ἀφαιρεθέντα, καὶ προστριβομένην ἀνελ‐ κοῦσθαι· ἀνελκώσεως δὲ γενομένης, καὶ ῥυπωθείσης, καὶ | |
10 | μὴ δυναμένης τῆς ὕλης ἐκείνης τῆς συλλεχθείσης ἐκ τῆς ἑλκώσεως διαπνευσθῆναι (διὰ τὸ ἤδη σαρκοφυῆσαι τὰ ἐπι‐ κείμενα σώματα, ἅμα καὶ διὰ τὸ εἶναι πυκνοτέραν τὴν γενομένην οὐλὴν) χωρεῖν ταύτην (λέγω δὲ τὴν συλλεχθεῖ‐ σαν ἐκ τῆς ἑλκώσεως ὕλην) ἐπὶ τὰ κύρια μέρη τοῦ ἐγκε‐ | |
15 | φάλου, καὶ θλίψιν ἀπεργάζεσθαι, ὥστε καὶ τὸν σπασμὸν ἐπακολουθεῖν, μὴ δυνηθεισῶν τῶν ὑλῶν διαπνεῖσθαι, τῷ τὴν οὐλήν, σάρκωσιν παρὰ φύσιν οὖσαν, σκληρὰν γίνεσθαι. | |
10 | Πάντῃ τοῦτο παρατετήρηται, ὅτι τραυμάτων περὶ κεφαλὴν γινομένων τοσούτων, ὡς καὶ ὀστῶν διαίρεσιν γί‐ νεσθαι, ἐπικινδυνώτερα μὲν τὰ περὶ τὴν κορυφὴν καὶ βρέγμα, ἐλθόντα δὲ εἰς ἐπούλωσιν, εὐϊατοτέρα τυγχάνει | |
5 | τῶν περὶ τὸ ἰνίον συστάντων τραυμάτων. Ῥητέον, ὅτι κυριώτερα τὰ περὶ τὸ βρέγμα μέρη ὄντα, λεπτὴν ἔχει τὴν ἐπικειμένην μήνιγγα, καὶ εἰκὸς διὰ τοῦτο ἐπικίνδυνον εἶναι | |
τὸ μέρος· πρὸς δὲ ἐπούλωσιν ἐλθόντα εὐιατότερά ἐστιν ἐκ τῆς τῶν κυριωτέρων μερῶν συνεργείας σφοδροτέρας γινο‐ | 148 | |
10 | μένης· τὰ δὲ περὶ τὸ ἰνίον ἀκινδυνώτερά ἐστι, διὰ τὸ τὴν ἐπικειμένην τοῖς τόποις μήνιγγα σαρκώδη εἶναι, δυσιατό‐ τερα δέ, τῷ μήτε συνεργείας τοιαύτης τινὸς τυγχάνειν, ἀλλὰ μὴν καὶ σύνοδον γινομένην ἀναξηραίνειν τὰ μέρη. | |
11 | Ἔτι δὲ τοῦτο παρατετήρηται, ὅτι ἐφ’ ὧν τοιαῦτα τραύματα περὶ τὴν κεφαλήν ἐστιν, εἰ συμβαίνει αὐτομά‐ τως λυθῆναι τὴν κοιλίαν, θάνατος ἐπιγίνεται· εἰ δὲ λόγῳ τῆς διαίτης, τὴν τῆς σωτηρίας πρόνοιαν ὑποφαίνει. Ὅτι | |
5 | εἰ μὲν αὐτομάτως ἡ γαστὴρ ὑπεξέλθοι, ἐκ τῆς κεφαλῆς τὴν ὑπόστασιν ἔχουσα διὰ τὸ πάθος, κίνδυνον ἀπειλεῖ, τοῦ πάθους περιγιγνομένου τῆς φύσεως· εἰ δὲ λόγῳ τῆς διαίτης εἴη αὐτὴ ἐξυγρανθεῖσα, λεπτοποιουμένης τῆς ὕλης καὶ ἐπὶ τὰ κάτω μέρη συνδιδομένης, μένει τὰ περὶ τὴν | |
10 | κεφαλὴν μέρη ἀνενόχλητα, καὶ οὕτω μηδενὸς βάρους συνε‐ δρεύοντος, εὐΐατα γίνεται. | |
12 | Διὰ τί ἡ ἐκ τῆς ἀνθρακιᾶς θέρμη ὡς ἐπίπαν κε‐ φαλαλγίας ἐστὶ ποιητική, ἡ δὲ τῶν ξύλων οὐ τοιαύτη; Ὅτι ἡ μὲν ἀπὸ τῶν ἀνθράκων ὑπερβάλλουσα θέρμη πυκνοῖ κατά τινα ξηρότητα· ἡ δὲ ἐκ τῶν ξύλων ἔχει καὶ ἰκμάδα | |
5 | τινά, ἥτις δηλοῦται καὶ ἐξ αὐτοῦ τοῦ καπνοῦ. ὁ γὰρ καπνὸς τῆς ἐν τοῖς ξύλοις ὑγρασίας ἐστὶ δηλωτικός· δεῖ δὲ τοὺς ἄνθρακας σβεννύειν ἐν οἴνῳ ὀλίγῳ, ἵνα ἐκ τούτου μὴ παρακολουθῇ αὐτοῖς ἡ γινομένη ἐξ αὐτῶν βλάβη. | |
13 | Διὰ τί ἐπὶ τῶν θαλαττουργῶν μάλιστα ἐπιπολάζει τὰ πτερύγια; γίνεται μὲν γὰρ καὶ ἐν ἄλλοις, ἐπιπολάζει δὲ ἐπὶ τῶν κατὰ τὴν θάλατταν ἐργαζομένων. Ῥητέον οὖν, ὅτι διαφοραὶ πτερυγίων εἰσὶ δύο· ἢ γὰρ γίνεται, ὁτὲ μὲν | |
5 | τῆς ὑποκειμένης τῷ κανθῷ τοῦ ὀφθαλμοῦ κατὰ φύσιν σαρκὸς ἐπεκτεινομένης, ἢ ἐξ συναυξήσεως, ὁτὲ δὲ τοῦ λεπτοῦ καὶ περιτεταμένου ὑμένος περιτυλουμένου καὶ ἐξοι‐ δαίνοντος. ἔστι δὲ οὗτος ἐπὶ μὲν ἀνθρώπων δυσόρατος δι’ ὑπερβάλλουσαν λεπτότητα, ἐπὶ δὲ ζῴων καὶ μάλιστα ἀρνειῶν | |
10 | ἐκδηλότατος, παχύτερος ὑπάρχων· οὐ μὴν ἐπ’ ἀνθρώπου. οὗτος τοίνυν ἐκ τῶν θαλαττίων ἀτμῶν δριμυτέρων ὄντων ἐστὶ βιβρωσκόμενος, καὶ τύλωσιν μετὰ φλεγμονῆς ἀνα‐ | |
δέχεται, ὡς ἐκ τούτου παχυνθέντος τὸ τοῦ πτερυγίου πά‐ θος ὑφίστασθαι. ἴσμεν δέ, ὅτι δύο διαφοραί εἰσι πτερυγίων· | 149 | |
15 | καὶ τὰ μέν ἐστι προσηρτημένα, τὰ δὲ ὥσπερ συμπεφυκότα. | |
14 | Διὰ τί αἱ μονοπάθειαι τῶν ὀφθαλμῶν στραγγό‐ τεραί εἰσιν; ἢ ὅτι τοῦ ἑτέρου κατὰ φύσιν διακειμένου καὶ κινουμένου φυσικήν τινα κίνησιν, συγκινεῖται καὶ ὁ πεπον‐ θώς, τῷ ἐκ μιᾶς βάσεως αὐτῶν τὴν φύσιν εἶναι, καὶ διὰ | |
5 | τοῦτο τῇ συγκινήσει παροξύνει τὸν πεπονθότα; χρεία γὰρ ἠρεμίας ἐστὶ τῷ κάμνοντι. ἀμφοτέρων δὲ κατὰ τὸ αὐτὸ πασχόντων, μετριώτερον γίνεται πάθος. ἅμα γὰρ ἑκάτερος ἠρεμεῖ καὶ οὐ παροξύνεται· καὶ οὕτως ἐκ τῆς ἠρεμίας ῥώμη ταχεῖα γίνεται. | |
15 | Διὰ τί ἐπ’ ἐνίων ὀφθαλμιασάντων πυρετὸς εἰ ἐπι‐ γίγνοιτο, λύει ταύτην, ἐπ’ ἐνίων δὲ οὐ μόνον οὐ λύει, ἀλλὰ καὶ πήρωσιν ἀπεργάζεται τελείαν; τίς οὖν ἡ αἰτία τοῦ ἐπὶ μὲν ἐνίων ὑγιάζειν, ἐπὶ δ’ ἐνίων ἀφανίζειν; Ὅτι ὁ πυ‐ | |
5 | ρετὸς ἐπιγίνεται λόγῳ τινὶ μετασυγκρίσεως· καὶ εἰ μὲν εἴη οὗτος μέτριος, τῷ καὶ τὴν ἐξ αὐτοῦ γεγενημένην μετα‐ σύγκρισιν μετρίαν εἶναι, ὠφέλειαν παρακολουθεῖν συμβαί‐ νει. εἰ δὲ σφοδρὸς εἴη εἰσβαλὼν οὗτος, τῷ καὶ τὴν κίνησιν σφοδροτέραν γίνεσθαι, ἡ ἐσχάτη βλάβη παρακολουθεῖ. Εἴ‐ | |
10 | ποι δ’ ἄν τις, ὅτι καὶ ὁ πυρετὸς ἀναξηραντικός· καὶ ὅτι μὲν ἀναξηραντικός, ἴδοι ἄν τις ἐκ τοῦ παρακολουθοῦντος δίψους τοῖς πυρέττουσιν· ὅτι δὲ καὶ ἐναποσκηπτικός, δηλοῖ ἐκ τοῦ, ἐπιγινομένου τούτου, περισσοπαθεῖν τινα τῶν με‐ ρῶν. καὶ ἡ μὲν ὠφέλεια γίνεται, ἀναξηραντικοῦ συμπε‐ | |
15 | σόντος, διὰ τὸ ἐπερχόμενον ῥεῦμα ἀναξηραίνεσθαι. ὅτε δὲ βλάπτει, ἐναποσκηπτικὸς οὗτος ὑπάρχει, καὶ τῷ τὰ πα‐ θόντα μέρη μᾶλλον ἐμπαθέστερα ὄντα, ἐπιδέχεσθαι πλείονα, καὶ τῷ ἐπιστηρίζειν ἐναποσκηπτικὸν τυγχάνοντα. καὶ οὕτως ἡ πήρωσις γίνεται ἐκ τῆς πολλῆς σκήψεως. | |
16 | Διὰ τί ἐν τῷ θέρει μᾶλλον αἱ ὀφθαλμίαι γίνον‐ ται, ἤπερ ταῖς ἄλλαις ὥραις, καίτοι ξηροῦ τούτου ὑπάρ‐ χοντος καὶ ἀλεεινοῦ; ἔδει γὰρ διὰ μὲν τὸ παρακολουθεῖν τῷ καιρῷ ξηρόν, ῥεῦμα μὴ γίνεσθαι· οὐ μὴν οὐδὲ κατὰ | |
5 | στέγνωσιν συμβαίνειν ὤφελεν διὰ τὴν προσοῦσαν ἁλέαν. Ῥητέον, ὅτι εἰ καὶ ταῦτα παρακολουθεῖ, ἀλλ’ ὅμως τὸ | |
φαιδρὸν πολὺ ὄν, μᾶλλον βλάπτει τὰς ὄψεις, διὰ τὸ πᾶν τὸ ὑπὲρ τὸ μέσον λευκόν, ταρακτικὸν καὶ συγχυτικὸν εἶναι. οὕτω γὰρ καὶ ἠρεμίαν προστάσσοντες κελεύομεν ἐν σκο‐ | 150 | |
10 | τεινῷ τόπου μέρει ταύτην παραλαμβάνεσθαι, ὡς πᾶσαν τὴν συγκριτικὴν αἰτίαν φεύγειν. ἐν τῷ οὖν θέρει τὸ αἴτιον τῆς ὀφθαλμίας, καθὼς δέδεικται, ὑπάρχει τὸ φαιδρὸν τοῦ ἡλίου. | |
17 | Διὰ τί, ὁμοιότητος ὑπαρχούσης ἐπί τε τῶν ὀφθαλ‐ μῶν καὶ τῶν ὤτων, ὀφθαλμὸς ὀφθαλμῷ συμπάσχει, [οὖς δὲ ὠτὶ οὐκ ἔτι]; Ὅτι οὐ μόνον ὁμοιότης ἐπὶ τῶν ὀφθαλ‐ μῶν ὑπάρχει, ἀλλὰ καὶ πολλὴ ἐγγύτης· ἐπὶ δὲ τῶν ὤτων, | |
5 | πολύ ἐστι τὸ μεταξὺ διάστημα. καὶ ὅτι τὰ μὲν τῶν ὀφθαλ‐ μῶν συγκινητικὰ ἐκ τῶν ἔνδοθεν τὴν ἀρχὴν λαμβάνει, ἐπὶ δὲ τῶν ἀκοῶν, ἔξωθεν προσπίπτει. | |
18 | Διὰ τί τινες τῶν ὀφθαλμιασάντων ὀξύτερον ὁρῶ‐ σιν; ἢ δῆλον, ὅτι ᾧ λόγῳ τὰ ἀποδακρυτικὰ κολλύρια ὀξυ‐ δορκικὰ λέγεται, τῷ ἐκ τῆς ἀποδακρύσεως καὶ ὡς εἰπεῖν καθάρσεως ὀξύτερον ὁρᾶν τοὺς χρωμένους· οὕτω καὶ ἐπὶ | |
5 | τῶν ἐκ τῆς ὀφθαλμίας ἀποδακρυσάντων, ἐκ παχυτέρας καὶ ἐπικειμένης τινὸς ὕλης συμβαίνει τὸ ἄμεινον ὁρᾶν, καθάρ‐ σεως γενομένης; | |
19 | Διὰ τί ἐπὶ τῶν μελλόντων ὑποχεῖσθαι, συμβαίνει ὁρᾶσθαι κωνωποειδῆ καὶ μυιοειδῆ καὶ μυρμηκοειδῆ, καὶ ὅσα παρακολουθεῖν πέφυκεν; ἢ δῆλον, ὅτι ὁποίαν τὴν πῆξιν λάβοι τὸ ὑγρόν, τοιαῦτα καὶ ὑποπίπτειν ἀνάγκη ἅμα τῷ | |
5 | ἄρξασθαι πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔτι, κατὰ τὴν αὐτὴν ἐπιβολὴν ἐνεργεῖ τὸ ὁρατικὸν διὰ παντὸς τοῦ ὁρατικοῦ· ἀλλὰ γὰρ ἐμποδίζεται κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ἃ μάλιστα ἡ πῆξις γίνεται. οἷον οὖν ἂν συμβῇ τὸ πρωτοπαγὲς τοῦ ὑγροῦ σχῆμα, τοιαῦται καὶ αἱ ἀντιλήψεις γίνονται τῶν | |
10 | ἐκτὸς ὑποκειμένων. | |
20 | Διὰ τί οἱ χασκόμενοι ἐπ’ ἔλαττον ἀκούουσιν; ὅτι ἐν τῷ διΐστασθαι τὰς γένυς, συμπιέζεται ἡ ἀκοή, ἅμα καὶ πνεύματος κατεχομένου, ὅθεν καὶ ἦχοι γίνονται. τοῦ οὖν ἔξωθεν ἀέρος μὴ ἔχοντος παρείσδυσιν, οὐ γίνεται ἀν‐ | |
5 | τίληψις. | |
21 | Διὰ τί σκαλευόντων ἡμῶν τὰς ἀκοὰς οἷα μηλω‐ | |
τίσιν ἤ τισιν ἄλλοις, συμβαίνει βῆχα κινεῖσθαι, ὥσπερ ἐρεθιζομένης τῆς ἀρτηρίας; ἢ ὅτι πολλὴ συγγένεια οὐ τῇ φωνῇ μόνῃ πρὸς τὴν ἀκοήν, ἀλλὰ καὶ τοῖς μέρεσι πρὸς | 151 | |
5 | τὰ μέρη οὕτως, ὡς καὶ τὸ φωνητικὸν ὄργανον συμπαθεῖν. γίνεται δὲ τὸ βηχίον ἐν τῷ φωνητικῷ. | |
22 | Τίνος ἕνεκα τῶν κεφαλαλγούντων οἱ μὲν ὀξέως αἰσθάνονται τῶν φωνῶν, οἱ δὲ οὐδόλως αἰσθάνονται; ἢ δῆλον τό, ἐὰν γένωνται σφοδραὶ αἱ κεφαλαλγίαι, ὡς σφή‐ νωσιν πλείονα γενέσθαι προηγησαμένης καὶ σκοτώσεως, | |
5 | συμβαίνει τὸν νοῦν κατὰ φύσιν μὴ διακεῖσθαι· νοῦς δὲ ὁρᾷ, ὥς φησί τις τῶν ἀρχαίων· ὥστε καὶ τούτου κακω‐ θέντος, καὶ τῆς φωνήσεως ὑποκειμένης, εἰκότως οὐκ ἀντι‐ λαμβάνονται τῶν φωνῶν. | |
23 | Διὰ τί κώφωσιν ἔχοντες διὰ τῶν μυκτήρων φθέγ‐ γονται; δῆλον, ὅτι ἐκ πρώτου τοῦ πάθους συναισθήσεις γίνονται αὐτοῖς, οἷον εἰς δύναμιν ἀνευρύνουσι τὰς ἀκοάς· ὧν ἀνευρυνομένων καὶ οἱ πόροι ἀνευρύνονται τῶν μυκτή‐ | |
5 | ρων ἐκ τῆς διαστάσεως μυσάντων. οὕτω δὲ τοῦ πνεύμα‐ τος ἐκ τῆς διαστάσεως φερομένου, εὐμαρῶς ὥσπερ φθογγή τις ἀποτελεῖται. | |
24 | Διὰ τί ἡ πολυυπνία καὶ ἡ ἀγρυπνία ἡ ἐπιπολὺ γενομένη βάρος ἐμποιοῦσι τῇ κεφαλῇ; καὶ οὐκ ἔστι λέγειν ὅτι ὡς ὑπερβολαὶ κακοῦσι τὸ σῶμα· οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ὅτι διὰ τί κακοῦται ἡ κεφαλὴ ὑπὸ τῶν ἐναν‐ | |
5 | τίων, ἀλλ’ ὅτι διὰ τί τὸ αὐτὸ πρὸς ἀκρίβειαν ἐπιγίνεται σύμπτωμα ἔκ τε τῆς ἀγρυπνίας καὶ πολυυπνίας, ἐναντίων ὄντων; Ῥητέον οὖν, ὅτι ἐκ μὲν τῆς πολυυπνίας τοῦτο συμβαίνει, τῆς ἀναπεμπομένης εἰς τὴν κεφαλὴν ὕλης μὴ δυναμένης διαπνεῖσθαι διὰ τὴν πυκνότητα τὴν ἐκ τοῦ | |
10 | ὕπνου. Ἐπὶ δὲ τῆς ἀγρυπνίας τὸ αὐτὸ ἀποτελεῖται διὰ τήνδε τὴν αἰτίαν· λεπτοποιουμένων γὰρ τῶν ὑλῶν ἐκ τῶν ἐν τῇ ἐγρηγόρσει ἐνεργειῶν, ἀναδίδονταί τινες ἀτμοὶ εἰς τὰ μετεωρότερα (οὕτω γὰρ καὶ εἰς τὴν κεφαλὴν) καὶ συμβαί‐ νει ἐπὶ πλεῖον λεπτοποιουμένης τῆς ὕλης ἐκ τῆς συντόνου | |
15 | ἀγρυπνίας ἐπὶ πλέον καὶ τὴν ἀνάδοσιν γίνεσθαι. συμ‐ βαίνει δὲ ἐκ τῆς ἀγρυπνίας μὴ τὰς τροφὰς κατὰ λόγον διοικεῖσθαι, ἀλλὰ τρέπεσθαι ἐπὶ τὸ ἐφθαρμένον· ὡς καὶ | |
αὐτοὺς τοὺς ἀναδιδομένους εἰς τὴν κεφαλὴν ἀτμοὺς μὴ μόνον διὰ τὸ πλῆθος ταύτην βαρεῖν, ἀλλὰ καὶ διὰ τὸ τε‐ | 152 | |
20 | τράφθαι ἐπὶ τὸ χεῖρον τὴν τροφήν. | |
25 | Διὰ τί οἱ μὲν ἐγρηγορότες ἐν τῷ φωτὶ τῆς σελή‐ νης, κἂν ἐπὶ πολὺ τύχωσιν ἐν τούτῳ διατρίβοντες, οὐδὲν ὅλως βλάπτονται ὑπὸ τούτου, οἱ δὲ καθεύδοντες ἐπὶ τούτῳ σφηνοῦνται τὰς κεφαλάς; ἢ δῆλον, ὅτι θερμοῦ τε ἅμα ὄν‐ | |
5 | τος καὶ ὑγροῦ τοῦ ταύτης φωτός, βαρύνονται τὰς κεφαλὰς οἱ ἐν τούτῳ καθεύδοντες; ἢ τοῦτο συμβαίνει τρόπον πλη‐ γοειδῆ ἐπὶ τῶν καθευδόντων προσπίπτοντος τοῦ φωτός, διὰ τὸ συμπεπλέχθαι βαρύτητι τῇ ἐκ τῆς ὑγρότητος, ὥσπερ ἐπὶ τῶν μετὰ ἀράξεως κρουνιζομένων; ἐπὶ γὰρ τούτων, | |
10 | διὰ τὴν ἄραξιν, πληγοειδεῖς γίνονται αἱ ἐπίρροιαι, ὡς σφή‐ νωσιν μᾶλλον ἢ ἀραίωσιν γίνεσθαι. οὕτως οὖν συμβαίνει καὶ τοῦ φωτὸς τῆς σελήνης μετὰ βαρύτητος προσπίπτον‐ τος διὰ τὴν εἰρημένην αἰτίαν, σφήνωσιν ἢ βαρύτητα γί‐ νεσθαι, συνεργούσης καὶ τῆς ἐκ τοῦ ὕπνου πυκνώσεως. | |
26 | Διὰ τί ἠρέμα μὲν τῇ κινήσει χρώμενοι, κἂν ἔχωσι βαρυτέρας τὰς κεφαλὰς πρὸ τῆς κινήσεως, κουφίζονται ταύ‐ τας μετὰ τὴν κίνησιν, οἱ δὲ μετὰ δρόμου κινούμενοι καὶ μὴ πρότερον ἀντιλαμβανόμενοι βαρύτητος, μετὰ τὴν κί‐ | |
5 | νησιν βαρύνονται τὰς κεφαλάς; Ῥητέον, ὅτι ἐπὶ μὲν τῶν ἠρέμα τῇ κινήσει χρωμένων συμβαίνει ἠρέμα τὰς ὕλας ἀποσυλᾶσθαι ἐπὶ τὰ κάτω μέρη· ἐπὶ δὲ τῶν ἐπιτεταμένῃ χρωμένων τῇ κινήσει, καὶ ἀνταποπάλσεις γίνονται, ὅθεν αἱ φερόμεναι ἐπὶ τὰ κάτω μέρη ὕλαι πάλιν ἀναπέμπονται | |
10 | ἀνταποπάλσεως γενομένης· ὥσπερ ἔχει ἐπὶ ῥιπτομένων ἐπὶ τὸ ἔδαφος στρογγύλων τινῶν. ἐνταῦθα γάρ, ἐὰν μὲν ἠρέμα τις ἀφῇ ἐπὶ τοῦ ἐδάφους, μένει καὶ οὐκ ἀντιπάλλεται. εἰ δέ τις μετὰ σφοδρότητος ῥίψει ταῦτα, πάλιν φέρεται ἐπὶ τὸ ἄνω, ὥς ἐστιν ἐπὶ τῶν σφαιρῶν ἰδεῖν· τὸ αὐτὸ δὴ συμ‐ | |
15 | βαίνει καὶ ἐπὶ τῶν τρεχόντων, πάλιν οὕτω τῆς ὕλης ἐπὶ τὰ ἄνω φερομένης μετὰ ἀντιτυπίας. καὶ ὅτι συμβαίνει καὶ ἐν τῇ βιαίᾳ κινήσει καὶ τὸ πνεῦμα ἐπέχεσθαι καὶ ἐντεί‐ νεσθαι, ὡς καὶ διὰ τοῦτο τὴν σωτηρίαν μὴ γίνεσθαι. | |
27 | Διὰ τί αἱ ἐπ’ εὐθείας κινήσεις οὐ ποιοῦσιν ἰλίγ‐ γους, αἱ δὲ κυκλικαὶ τοῦτο ποιοῦσι, καὶ ἐπὶ τοσοῦτον, ὥστε | |
οἴεσθαι καὶ πάντα συμπερικινεῖσθαι τὰ ἐκτός; Ὅτι, ῥητέον, αἱ μὲν ἐπ’ εὐθείας γενόμεναι κινήσεις οὐ κωλύουσι γίνεσθαι | 153 | |
5 | τὴν διαπνοὴν τῆς ὕλης· αἱ δὲ κυκλικαὶ οὐκ ἐῶσι γίνεσθαι τὴν διαπνοήν, σφοδρότερον προσπίπτοντος τοῦ ἀέρος καὶ κωλύοντος γίνεσθαι ταύτην. ὁμοίως δὲ τῇ γενομένῃ κινή‐ σει συμβαίνει καὶ τὰς ἐν ἡμῖν ὕλας κινεῖσθαι κυκλικῶς· συμφερόμεναι γὰρ τῷ σώματι καὶ μὴ δυνάμεναι διαπνεῖ‐ | |
10 | σθαι διὰ τὴν εἰρημένην αἰτίαν, καὶ παυσαμένου τοῦ τῆς κινήσεως αἰτίου, αἱ ὕλαι κινοῦνται κυκλικῶς. καί ἐστιν αὐ‐ ταῖς ἡ τοιαύτη κίνησις παρὰ φύσιν ἀντίληψις· οἷον οἱ ἰκτε‐ ριῶντες τῶν ἐκτὸς ἀντιλαμβάνονται χρωμάτων, κατὰ τὸ πάθος, τὸ περὶ τοὺς ὀφθαλμούς· ὁμοίως οἱ ὑποσφάγματα | |
15 | ἔχοντες ὑπέρυθρα πάντα νομίζουσιν· οὕτως ἔχει ἐν τῇ κυκλικῇ κινήσει, οἰομένων πάντα περιδινεῖσθαι· τῶν γὰρ περὶ τὰς ὄψεις ὑλῶν ἔτι κυκλικῶς δινουμένων, συμβαίνει κατὰ τοῦτο τὸ πάθος καὶ τὴν ἀντίληψιν γίνεσθαι. τοῦτο κατάδηλον, ὅτι ὀφθαλμὸς ὑγρὰ περιέχει· τό τε ὑδατῶδες, | |
20 | ἀφ’ οὗ τὸ δάκρυον, καὶ τὸ κρυσταλλοειδὲς καὶ τὸ ὑελοειδές· πάντα δὲ ταῦτα ὑγρά, διαυγῆ καὶ λευκανθίζοντα ὑπάρχει. πρὸς τούτοις δηλονότι ὁ πρῶτος χιτὼν λευκός ἐστι· διὸ λεπτοποιεῖται κατὰ μέσον τὸν ὀφθαλμόν, καθὸ φαίνεται μέλαν· οὐ τοιοῦτος δὲ τῇ χρόᾳ, ὥς φαμεν, ὑπάρχει· ἀλλὰ | |
25 | πᾶς διαυγὴς καὶ κατὰ τοῦτο τὸ μέρος. γνώριμον δὲ καὶ τοῦτο, ὅτι ὁ δεύτερος μέλας ὢν χιτὼν τῇ φύσει, ὑπέστρω‐ ται τῷ κερατοειδεῖ οὐ κατὰ πᾶν μέρος, ἀλλ’ ἔχει τινὰ τρῆ‐ σιν περιφανῆ, καθὸ δὴ φαίνεται ἡ κόρη. ἐκ τούτων οὖν ἁπάντων ἀναφαίνεται ἡ ζήτησις. | |
28 | Διὰ τί τοῖς ὑποθλίψασι τοῦ ὀφθαλμοῦ ἤτοι τὸ ἄνω ἢ τὸ κάτω βλέφαρον συμβαίνει διπλᾶ φαίνεσθαι τὰ ὑποκείμενα; τοῦτο δὲ κἀν τοῖς μέθης κοινωνήσασι μάλιστα συμβαίνει. Διότι μὲν οὐ μερίζεσθαι συμβαίνει τὸ ὁρατι‐ | |
5 | κὸν πνεῦμα, καὶ τοῦτο μὴ συμβαίνει δίχα τοῦ ὑποθλίψαι, ἐν τῷ ὁρᾶν κοινῶς τὸ ἐξ ἀμφοτέρων πνεῦμα, ἂν ἐπιβάλλῃ τῷ ἐκτὸς ὑποκειμένῳ· ἐν δὲ τῷ ὑποθλίβειν τὸν ἕτερον ὀφθαλμὸν οὐκ ἔτι κοινῇ ἐπιβάλλουσι τῷ ὑποκειμένῳ, ἀλλὰ μεμερισμένως ἕκαστος ὀφθαλμὸς ἰδίᾳ. καὶ τοῦτό ἐστι κατα‐ | |
10 | λαβεῖν, εἰ βούλοιτό τις, οὕτω· παρακειμένου γὰρ ἔτι τοῦ | |
ὑποθλίβοντος δακτύλου τὸν ὀφθαλμόν, εἴ τις τὸν ἕτερον τούτων, τοῦτ’ ἐστι τὸν μὴ θλιβόμενον ἐπιμύσει, προσ‐ ενέγκας τὴν χεῖρα, οὐκ ἔτι φαίνεται διπλᾶ, καίτοι τῆς παραθλίψεως ἐπιγινομένης· οὕτως ἄρα αἴτιος ὁ μερισμὸς | 154 | |
15 | τοῦ πνεύματος τοῖς τοιούτοις, ὥσπερ καὶ ἐπὶ τῶν μεθυ‐ σθέντων πολλαπλασίονα θεωρεῖται τὰ ὑποκείμενα. | |
29 | Διὰ τί ἐν μὲν τοῖς ὕδασιν ὄντες οὐκ ἀντιλαμβα‐ νόμεθα τῆς φωνῆς, ὥσπερ διὰ τῶν τοίχων καίτοι στερεω‐ τέρων ὄντων τῶν διειργόντων; Ὅτι ἐν μὲν τοῖς ὕδασιν, ὥσπερ μύσις τις ἀκριβὴς γίνεται, ὡς μὴ ἐνδέχεσθαι τὸν | |
5 | ἀέρα παρεισδύνειν. ἡνίκα δὲ διὰ τῶν τοίχων φθεγγόμεθα, τῷ μὴ ἐγκεῖσθαι τῇ ἀκοῇ τὸ διεῖργον, εἰκότως τοῦ εἰς τὸ ἐναντίον ἀέρος πληττομένου καὶ διαδιδομένου διὰ τοῦ ἐμ‐ περιεχομένου ἐν τῷ τοίχῳ, συμβαίνει πλήττεσθαι τὸν ἀέρα, ὡς ἐκ τούτου γίνεσθαι τὴν ἀντίληψιν τοῦ ῥήματος. | |
30 | Διὰ τί ἐν ταῖς παρακμαῖς τῶν χαλεπῶν νοσημά‐ των ὡς ἐπίπαν παρωτίδες γίνονται, ἃς καὶ Διοσκούρους τινὲς καλοῦσιν, ὡς ἐπὶ λύσει γινομένας τῶν κακῶν; Ἴσμεν ὅτι ἐν τοῖς χαλεποῖς νοσήμασι ἀνορεξίαι γίνονται· ἤδη δὲ | |
5 | ῥωσθέντες, μᾶλλον ὀρεκτικοὶ γίνονται. καὶ τῆς τροφῆς προσγενομένης πλείονος, κίνησις γίγνεται τῶν γενύων. ἐκ δὲ τῆς διαιρέσεως τῆς κατὰ τὴν μάσσησιν γίγνεται φλεγμονή. ἐναποσκηπτούσης δὲ τῆς φλεγμονῆς, ἀποτελοῦνται πα‐ ρωτίδες. | |
31 | [Διὰ τί] λοβοὶ ἀνεστραμμένοι τῶν ὤτων ἐν τοῖς νοσήμασι θάνατον σημαίνουσι; ἡ αἰτία αὕτη· τοῦ αἵμα‐ τος ἐναποσβεννυμένου, εἰκὸς περὶ ταῦτα πλείονα ξηρότητα συμβαίνειν, διὰ τὸ τῇ φύσει ξηρὰ καὶ ὀλιγόαιμα εἶναι τὰ | |
5 | μέρη. τοῦτο δὲ γίνεται παραπλησίως τῷ ἐπὶ τῶν ἱμάντων· ὃν γὰρ τρόπον ἐπὶ τούτων ἡ ἔκλειψις τοῦ ὑγροῦ αἰτία τῆς οἱονεὶ κυρτώσεως γίγνεται, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν λοβῶν. | |
32 | Διὰ τί αἱ κυψέλαι φύουσαι πικραί, γλυκεῖαι γίνον‐ ται ἐπὶ τῶν ἀπολλυμένων; Ὅτι δεικνύουσι πολλὴν τὴν ἐπὶ τὸ ἐναντίον ἐκ τοῦ κατὰ φύσιν μεταβολήν, μάλιστα κρι‐ τηρίου τοῦ γλυκέως καὶ τοῦ πικροῦ ἀκριβοῦς ὑπάρχοντος. | |
33 | Διὰ τί ἴονθοι γίνονται περὶ τὸ πρόσωπον κατὰ | |
τὸν καιρὸν τῆς ἀκμῆς, ὅθεν καὶ ἀκμὰς αὐτούς τινες τῶν ἰδιωτῶν προσαγορεύουσιν; οὗτοι οὖν, ὡς ἔφαμεν, γίγνονται περὶ ὅλον μὲν πρόσωπον, μάλιστα δὲ περὶ τὴν ῥῖνα πλεονά‐ | 155 | |
5 | ζουσιν. εὔδηλον οὖν, ὅτι ἐκ τῆς αὐξήσεως τοῦτο συμβαίνει· κατὰ γὰρ τοῦτον τὸν καιρὸν πρόσφυσις καὶ πρόσνευσις γί‐ νεται ἐκ τῆς τροφῆς. ἑκάστου δὲ τῶν μερῶν μεταβάλλον‐ τος κατὰ τὴν οἰκείαν δύναμιν τὴν προσχωροῦσαν τροφήν, τὰ περὶ τὸ πρόσωπον μέρη, μάλιστα δὲ τὰ περὶ τὴν ῥῖνα, | |
10 | οὐ δύναται πᾶσαν τὴν χορηγουμένην μεταβάλλειν εἰς σάρκα· καὶ οὕτω συμβαίνει τὸ πλεονάζον τῆς εἰς αὐτὸ τροφῆς ἐπὶ τὸ ἀλλότριον μεταβάλλεσθαι. ὅτι δ’ αἴτιον τῆς τούτου γενέσεως, τὸ ὀλιγόσαρκα εἶναι τὰ μέρη, δῆλον ἀπὸ τοῦ ἐν τοῖς χείλεσι μὴ γίγνεσθαι τοὺς ἰόνθους, διὰ τὸ | |
15 | εἶναι σαρκώδη ταῦτα τὰ μέρη. | |
34 | Ζητητέον, δι’ ἣν αἰτίαν, ὕδατος ψυχροῦ προσ‐ ενεχθέντος τῷ μυκτῆρι ἐπὶ αἱμορραγίας μυκτῆρος, αἵματος ῥύσις πλείων γίνεται, καίτοι πυκνοτέρου τῇ φύσει ὄντος τοῦ ψυχροῦ; Ῥητέον οὖν, ὅτι εὔθρυπτα καθέστηκε τὰ | |
5 | πρὸς τὴν ῥῖνα σώματα καὶ ἀγγεῖα. συμβαίνει οὖν πυκνώ‐ σεως γενομένης, τινὰ μὲν πυκνοῦσθαι καὶ συστρέφεσθαι, τινὰ δὲ διατείνεσθαι. ὅσῳ γὰρ συστρέφεται πρὸς ἑαυτὰ πυκνούμενα τὰ μέρη, τοσούτῳ τὰ παρακείμενα διατείνεται, ὡς ἐκ τῆς διατάσεως γίνεσθαι ῥῆξιν τῶν παρακειμένων | |
10 | αἰτίων· ἢ καὶ ὑποκειμένης ἐπιτηδειότητος πρὸς τὴν ῥύσιν, προσενεχθὲν τὸ ὕδωρ συνδιατίθησι τὸ σῶμα, ὑπομιμνῆσκον ἐκ τούτου γίνεσθαι, καὶ οὕτως ἐπακολουθεῖ τὴν αἰτίαν αἵματος ῥύσιν. | |
35 | Διὰ τί ἐπὶ τῶν θυμιωμένων ἀρωμάτων, μᾶλλον ἀντιλαμβάνονται οἱ πόρρω ὄντες τῆς πυρᾶς, ὅθεν ἐπι‐ βέβληται τὰ ἀρώματα, ἤπερ οἱ πλησίον; εὔδηλον ὅτι εὐωδία γίνεται δυναμικωτέρα κατακιρνωμένη τῷ περιέχοντι ἀέρι | |
5 | οὕτω γὰρ καὶ ὁ ποιητὴς ἔφη· Κνίσση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. καὶ εἰκόιως ἀντιληπικωτέρα γίνεται ἡ εὐωδία τοῖς πόρρωθεν· λεπτυνομένη γὰρ μᾶλλον αἴσθησιν κινεῖ. | |
36 | Διὰ τί δυσχεραίνοντες πολλάκις περὶ τὸν πταρ‐ μόν, εἰ προοέχοιμεν τῇ αὐγῇ τοῦ ἡλίου, συμβαίνει εὐ‐ | |
οδοῦσθαι τὸν πταρμόν; τίς οὖν ἡ αἰτία; Ὅτι ἡ ἀκτὶς τοῦ ἡλίου προσπίπτουσα τοῖς ἔνδον μέρεσι τῆς ῥινός, καρφίου | 156 | |
5 | δίκην ἀνακινεῖ τὸν πταρμόν, διερεθίζουσα τοὺς πόρους. ἢ ὅτι πταρμὸς γίνεται, πνεύματος ὑποτρέχοντος καὶ ἐρε‐ θίζοντος τὰ μέρη; ἡ δὲ ἀκτὶς θερμαίνουσα τὰ ἐν τῇ ῥινί, πλέον ἐξατμίζει ταῦτα καὶ συνεργεῖ τῷ πνεύματι. ὅπερ εἰ ἐπικρατέστερον γένοιτο, θᾶττον ἀποτελεῖ τὸν πταρμόν, | |
10 | ἐρεθίσαν τὰ σώματα. | |
37 | Διὰ τί πταρμὸς σπανιάκις γίνεται εἷς καὶ σπα‐ νιάκις πολλοί, ἀλλὰ πταρμοὶ πλεονάκις γίνονται κατὰ δύο; Πρόχειρος οὖν ἡ αἰτία· δύο γάρ εἰσι καὶ οἱ πόροι τῆς ῥινός· καὶ ἐπειδὴ ὁ πταρμὸς γίνεται κατ’ ἐκτιναγμὸν πνεύματος, | |
5 | τοῦ ἑνὸς καθ’ ἕνα πόρον γενομένου τοῦ πταρμοῦ, συν‐ διατίθεται καὶ ὁ ἕτερος. | |
38 | Ζητήσειεν ἄν τις, δι’ ἣν αἰτίαν ἐπὶ μὲν τῶν κώ‐ λων κατάγματος μετ’ ἐγκυρτώσεως γενομένου, ἔσωθεν φύε‐ ται σὰρξ τοῦ ἀποπρισθέντος ὀστέου οὕτως, ὥστε ἀναπλη‐ ρῶσαι τὴν μεταξὺ τῶν ὀστῶν στερέωσιν καὶ ἰσοδυναμεῖν | |
5 | τῇ τῶν ὀστέων φύσει. ἐπὶ δὲ τῶν αἰγιλώπων εἰ γένοιτο σύντριψις τοῦ ὀστέου, μένει τὰ μέρη μὴ σαρκοφυοῦντα; ἢ ὅτι ἐπὶ μὲν τῶν κώλων πλείονά ἐστι τὰ περικείμενα σώ‐ ματα, καὶ ἄλλως συνέχειαν ἔχει πρὸς ἄλληλα, καὶ οὐκ ἀφέ‐ στηκεν ἀλλήλων· ἐπὶ δὲ τῆς ῥινὸς καὶ ὀλιγόσαρκα τὰ μέρη | |
10 | καὶ συνέχειαν οὐκ ἔχει, καὶ τὴν μεταξὺ κενὴν χώραν. | |
39 | Διὰ τί κρυώδους τοῦ ἀέρος γινομένου, λεπτὸν τὸ ὑγρὸν πάνυ καὶ πολὺ φαίνεται διὰ τῶν μυξωτήρων, καί‐ περ παχυτέρου ὀφείλοντος φέρεσθαι διὰ τὴν ἐκ τοῦ κρύους πῆξιν; Ἐπειδὴ πύκνωσις γίνεται περὶ τὸ πρόσωπον ὑπερ‐ | |
5 | βάλλουσα καὶ ὥσπερ κατὰ διήθησίν τινα φέρεται τὸ ὑγρὸν ἀπὸ τῶν παρακειμένων τῇ ῥινί, καὶ συμβαίνει λεπτὸν αὐτὸ εἶναι. | |
40 | Διὰ τί προσπταίσματος γινομένου, τὰ μὲν σύνεγ‐ γυς οὐ συμπάσχει, τὰ δὲ πολὺ ἀφεστῶτα συνδιατίθεται, οἷον βουβῶνες τοῖς ἐν ποσὶ προσπταίσμασιν; Ὁ οὖν Ἀσκληπιάδης ἐν τῷ περὶ ἑλκῶν φησιν ὅτι πρὸς τὰ | |
5 | πληττόμενα κατ’ ἀρχὰς ἡ ὕλη φέρεται, καὶ φερομένης αὐτῆς, ὅσον μὲν δύναται ὑποδέξασθαι τὰ πεπονθότα μέρη, αὕτη | |
χωρεῖ εἰς αὐτά· πληρωθέντων δὲ τούτων, καὶ μὴ δυνα‐ μένων ἐπιδέξασθαι ἕτερον πλῆθος, ἡ φερομένη ὕλη ἐκρέουσα καὶ μὴ ὑποδεχθεῖσα ὑπὸ τῶν μερῶν, ἐφ’ ἃ ἠνέχθη, εἶτα | 157 | |
10 | φερομένη, ἐὰν ἐπιτύχῃ κοίλων τόπων, μένει εἰς αὐτούς, ὥσπερ καὶ ἐπὶ τῶν ὑδάτων ἔχει. ταῦτα γὰρ ἕως μὲν ἐπ’ ἰσοπέδῳ φέρεται, ὁμαλῇ τῇ κινήσει χρῆται· τυχόντα δὲ κοίλων τόπων, μένει εἰς αὐτούς. ταὐτὸν οὖν συμβαίνει καὶ ἐπὶ τῆς φερομένης ὕλης ἐπὶ τὰ πληγέντα. ὅσην γὰρ ὑπο‐ | |
15 | δέξασθαι δύναται, αὕτη χωρεῖ εἰς αὐτά· ἡ δὲ λοιπὴ εἰς κοῖλα, καὶ μᾶλλον εἰς ἀραιοπόρους ἐμπίπτει τοὺς βουβῶ‐ νας, καὶ διογκοῖ τούτους. Ἔστι μὲν οὖν καὶ αὕτη πιθανὴ ἡ ἀπολογία· αἰτιάσαιτο δὲ ἄν τις καὶ τὸ πάνυ εὐπαθὲς τοῦ νευρώδους· τοῦτο γὰρ δι’ ὑπερβάλλουσαν εὐπάθειαν, θᾶτ‐ | |
20 | τον τῶν ἄλλων μερῶν τοῦ σώματος, συμπαθεῖ τοῖς πε‐ πονθόσι μέρεσι. διὰ τοῦτο γοῦν καὶ κατὰ τοὺς ἀδένας χοιράδες συνίστανται περὶ τράχηλον, ἑλκῶν ὄντων περὶ τὴν κεφαλήν. καὶ βουβῶνες ἐν μασχάλῃ, ἑλκῶν περὶ χεῖρα ὄντων. | |
41 | Διὰ τί ἐπὶ τῆς κεφαλῆς, ἐκ μὲν τῶν δεξιῶν με‐ ρῶν τῆς μήνιγγος τρωθείσης, τὰ ἀριστερὰ παραλύεται· εἰ δὲ ἐκ τῶν ἀριστερῶν τοῦτο συμβαίη, τὰ δεξιὰ τὴν παρά‐ λυσιν ὑπομένει; Ῥητέον οὖν, ὅτι αἰτία ἡ θέσις τῶν νεύ‐ | |
5 | ρων. ταῦτα γὰρ τὴν ἔκφυσιν ἔχει ἐκ τῆς βάσεως τοῦ ἐγ‐ κεφάλου. κεῖται γὰρ ἐναλλὰξ ἀλλήλων· τὰ μὲν γὰρ ἀπὸ τῶν δεξιῶν μερῶν τῆς βάσεως ἐκφυόμενα, φέρεται ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς κεφαλῆς· τὰ δὲ ἀπὸ τῶν ἀριστερῶν με‐ ρῶν ἐκφυόμενα ἐπὶ τὰ δεξιὰ φέρεται μέρη· ὡς τὴν σύν‐ | |
10 | θεσιν αὐτῶν γίνεσθαι ἐναλλάξ· εἰκότως οὖν τρωσθέντος τινὸς ἐκ τῶν δεξιῶν μερῶν τῆς μήνιγγος, τὰ ἀριστερὰ παραλύεται· ἐπὶ δὲ τοῦ ἑτέρου τὸ ἐναντίον. | |
42 | Διὰ τί ἐν τοῖς πολέμοις ἐπὶ τὴν τρῶσιν ἡ πτῶσις γίνεται; τοῦτο γὰρ τετήρηται, ὅτι ἐπὶ τὸ τὴν τρῶσιν ὑπο‐ μένον μέρος γίνεται ἡ πτῶσις· οἷον εἰ τύχοι τῆς τρώσεως κατὰ τὰ ἐμπρόσθια μέρη γενομένης, οὐκ ἐπὶ τὰ νῶτα γί‐ | |
5 | νεται ἡ πτῶσις, ἀλλ’ ἐπὶ [τὰ] ἐμπρόσθια. Ῥητέον, ὅτι ἐφ’ ὃ σκάζει ἡ φύσις, ἐπ’ ἐκεῖνο γίνεται ἡ φορά· οἷον, εἰ ἡ φύσις τοῦ σώματος ἐν ἰσορροπίᾳ τινί ἐστι καὶ βούλεται ἐπίσης | |
ἑστᾶναι. εἰ οὖν συμβαίνει τι προσπεσεῖν καὶ κινῆσαι τοῦτο ὥστε σκάσαι, ἐφ’ ὃ σκάζει, φέρεται· ὅπερ συμβαίνει καὶ | 158 | |
10 | ἐπὶ τῶν κεκλιμένων τοίχων. ἐπὶ γὰρ τούτων, εἰ καὶ ἐκ τῶν ἐναντίων τις ἀντιθεῖναί τι θελήσει, ὥστε ἀντιβῆ‐ ναι τῇ κλίσει, ὅμως ἐπ’ ἐκεῖνο φέρονται, ἐφ’ ὃ ἡ κλίσις γέγονε· καὶ μάλιστα, εἰ βιαιοτέρᾳ χρήσαιο πληγῇ ἐν τῷ ἀντερείδειν. | |
43 | Διὰ τί ἐπὶ μὲν τῶν ζώντων καιομένων, φλύκται‐ ναι ἐπανίστανται, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς; Ῥητέον, ὅτι ἐπὶ τῶν ζώντων σωμάτων καὶ πνεύματά πως ὑπέσπαρ‐ ται ἐν ὅλῳ τῷ σώματι, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς· ἢ ὅτι | |
5 | τῶν μὲν νεκρῶν τὰ σώματα ἄθρυπτα καθέστηκε, τῶν δὲ ζώντων τοιαῦτά ἐστιν, ὥστε καὶ περιτένειαν ὑπομένειν καὶ δύνασθαι περιτείνεσθαι. προσενεχθέντος οὖν τοῦ πυρός, γίνεταί τις ὁλκὴ ὕλης περὶ τὴν ἐπιφάνειαν καὶ ἀποτελεῖ τὰς φλυκταίνας. ἐπὶ οὖν τῶν νεκρῶν σωμάτων αὗται οὐ | |
10 | γίνονται, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς τὸ οὐσιοποιὸν τῆς φλυκταίνης. | |
44 | Διὰ τί μόνος ὁ πταρμὸς ἡμῖν τῆς νυκτὸς γίνεται κατὰ φύσιν ἔχουσιν, ἢ σπανίως· τὰ δ’ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός; ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον | |
5 | τοῦτον, ἀφ’ οὗ γίνεται. διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βουλώμεθα πταρνῦναι· καθευδόντων δ’ ἡμῶν ἀντιπερισπᾶται τὸ θερμόν. διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων κατὰ πολύ. εἰκότως οὖν οὐ πτάρνυμεν ἀπαλλαγέντος τοῦ θερμοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκε | |
10 | τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξωθουμένου γίνεται ὁ πταρμός. [καὶ τὸ συμβαῖνον πάθος εἰκὸς μὴ γίνεσθαι.] | |
45 | Διὰ τί τρίψαντες τὸν ὀφθαλμόν, παυόμεθα τῶν πταρμῶν; ἢ διότι ἡ ἀναπνοὴ γίνεται αὕτη τῷ ὑγρῷ; δα‐ κρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρίψιν. [ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρῶν. ἢ ὅτι ἔλαττον θερμὸν φθείρεται ὑπὸ | |
5 | τοῦ πλείονος·] ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ ταῦτα δὲ καὶ ἐάν τις αὐ‐ τὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός. | |
46 | Διὰ τί οἱ γέροντες [οὐχ οἱ παῖδες] τὴν ἀσιτίαν | |
φέρουσιν; ὅτι δυσκίνητον τὸ γῆρας, ὡς κατεψυγμένον. τὰ δὲ βρέφη πολύθερμα καὶ πολυκίνητα. διαφορεῖ δὲ καὶ ἡ κίνησις. οἱ δὲ διαφορούμενοι τροφῆς δέονται. | 159 | |
47 | Διὰ τί μετὰ τὸν θάνατον, πάντων τῶν μελῶν χαλωμένων, οἱ δίδυμοι μόνοι ἄνω σπῶνται; ὅτι ἐν τῷ τελευτᾶν σπερμαίνουσιν οἱ ἄνθρωποι· ἐκκρίνεται δὲ τὸ σπέρμα συνήθως τῶν διδύμων ἀνατρεχόντων, ὅθεν ἄνω | |
5 | κρατηθέντες μένουσι. | |
48 | Διὰ τί οἱ μέθυσοι φαῦλον οἶνον ἡδέως πίνουσιν; Ὅτι οἱ πολυπόται ἁδροπόροι εἰσί. διὰ μεγάλων οὖν πόρων ὁ λεπτὸς κάλλιστος οἶνος χωρὶς ἀντιλήψεως ἀνατρέχει. ὁ δὲ φαῦλος παχὺς ὢν ἵσταται καὶ μένει, καὶ τὴν ἐξ αὐτοῦ ἡδο‐ | |
5 | νὴν τότε δοκεῖ παρέχειν. | |
49 | Διὰ τί οἱ μὲν ὀργιζόμενοι ἐρυθαίνονται τὸ πρόσ‐ ωπον, ὠχριῶσι δὲ οἱ φοβούμενοι; ἡ μὲν ὀργὴ ἀθρόα τοῦ πνεύματός ἐστιν ἐκδρομή, ὁ δὲ φόβος, ὑποστολή· ὅθεν ὅπου μὲν περισσεύει, πυροῖ· ἔνθα δὲ ὑστερεῖ, ψύχει. | |
50 | Διὰ τί τινες τῶν προβεβηκότων φαλακροῦνται, τινὲς δὲ οὔ; ὅτι τινές τινων μᾶλλον πολύθερμοι. οἱ γὰρ κατεψυγμένοι οὐ τριχοποιοῦσι. | |
51 | Διὰ τί οἱ τερατόμορφοι καὶ ἄφρονες; ὅτι τοῖς σωματικοῖς τὰ ψυχικὰ συμπάσχει, ὥσπερ τοῖς ψυχικοῖς τὰ σωματικά. | |
52 | Διὰ τί τὰ μεγάλα ἕλκη ἐν τῇ θεραπείᾳ ὅτε ἀνα‐ καθαίρονται θανάσιμά ἐστιν; ὅτι διὰ πολλῶν πόρων κατὰ τὸ λεληθὸς τὸ ψυχικὸν πνεῦμα διαπνεῖ. | |
53 | Διὰ τί ἐν τοῖς καύμασιν οἱ περιοδικῶς νοσοῦντες φρικιῶσιν; ὅτι ἀραιωθέντων τῶν πόρων, ἔξω τὸ θερμὸν διαπνεῖ· πυκνωθέντων δέ, ἔσω ἀποκλείεται· χωρήσαντος οὖν ἔξω τοῦ ἐν ἡμῖν θερμοῦ, κατάψυξις γίνεται. φρίκαι | |
5 | δὲ συστελλομένων διὰ ψῦξιν τῶν σωμάτων, συνίστανται. | |
54 | Διὰ τί στερεὰν τροφὴν καταπιόντες πνιγόμεθα; ὅτι ἔμπροσθεν τοῦ στομάχου ἐστὶν ὁ βρόγχος κατὰ μῆκος αὐτῷ παρακείμενος. πληρωθεὶς οὖν οὗτος, θλίβει τὴν ἀρ‐ τηρίαν καὶ τὸ πνεῦμα ἐπέχει. | |
55 | Διὰ τί ἡ λευκὴ γῆ ἄφορος κατὰ τὸ πλεῖστον; ὅτι κατάψυχρός ἐστιν, ἡ μέλαινα δὲ πολύθερμος· καὶ ἡ μὲν | |
ἑρπετῶν ἐστι γεννητική (ψυχρὰ δὲ ταῦτα), ἡ δὲ καρπῶν (θερμοὶ δὲ οὗτοι). καὶ γὰρ τῶν γυναικῶν αἱ μέλαιναι ὡς | 160 | |
5 | ἐπὶ τὸ πλεῖστον διὰ τὸ ἐν αὐταῖς πλέον θερμόν, πολυτόκαι. | |
56 | Διὰ τί τὰ βρέφη σφοδρότερον πυρέσσει; ὅτι πο‐ λύθερμά ἐστιν· ἐπίτασις δὲ τῆς ἐμφύτου θερμασίας ὁ πυ‐ ρετὸς γίνεται. | |
57 | Διὰ τί σημεῖον πωρωθέντων ὀστῶν τὸ τὰς ἐπι‐ δεσμίδας ἐφαιμάσσεσθαι, καίπερ τοῦ κατάγματος ἄνευ τραύ‐ ματος συστάντος; ὅτι ἡνίκα συρρεῖ ὁ πῶρος, τὰς ἐσπαρμέ‐ νας τοῖς ἀραιώμασι τῶν ὀστῶν ῥανίδας τοῦ αἵματος θλίβει. | |
58 | Πῶς πῶρος συνίσταται; τὸν τρόπον τοῦτον· ἐκ τῆς τροφῆς οὐσία μεταβληθεῖσα καὶ εἰς τοὺς τόπους ἐκεί‐ νους ἐνεχθεῖσα, τοιάδε ἀποτελεῖ, καὶ γίνεται ὁ καλούμενος πῶρος. ὃν γὰρ τρόπον καὶ ἐν τοῖς μυξωτῆρσι φθάσασα | |
5 | αὕτη ἡ μεταβολὴ γίνεται μύξα, ἐν δὲ μαστοῖς γάλα, οὕτως καὶ ἐν ὀστοῖς πῶρος διὰ τοιαύτην κατασκευὴν καὶ φύσιν τοῦ μέρους. πρὸς ὃ γὰρ πέφυκε τὰ μέρη, τῇ ἑαυτῶν φύ‐ σει συνεξομοιοῖ τὴν τροφήν, ὡς ἐπὶ κήπου τοῦ πολυφύτου. ἑνὸς γὰρ ὄντος τοῦ ὕδατος ἀρδεύοντος τὰ φυτά, πρὸς ὃ | |
10 | ἔχει ἕκαστον φύσιν, οὕτως ἀναδέχεται τὸ ὕδωρ· οἷον τὸ μὲν ἀψίνθιον τῇ μὲν ἑαυτοῦ φύσει ἐξοικειοῖ τὸ ἐνεχθὲν εἰς αὐτὸ ὕδωρ, καὶ τὸ ὤκιμον ὡσαύτως, καὶ τὰ ἑξῆς. ὡς δὲ Ἀνδρέας ὁ Καρύστιός φησι, προσχεόμενος ὁ μυελὸς ταῖς κοιλότησι τῶν ὀστῶν καὶ περιπηγνύμενος τοῖς χείλεσι | |
15 | τῆς τοῦ ὀστέου διαιρέσεως, καὶ σκληρυνθεὶς γίνεται πῶρος. | |
59 | Διὰ τί οἱ χολέρᾳ ἁλισκόμενοι, ἐπιταθέντες τῷ πάθει τὰς γαστροκνημίας συνέλκονται; ῥητέον ὅτι ἡ χολέρα πεῖσίς ἐστι τοῦ στομάχου. νευρώδης δὲ οὗτος· ἀξιολόγως οὖν ἐπιταθεὶς συνδιατίθησι τοὺς ἐν ἡμῖν μύας· νευρώδεις | |
5 | γὰρ οἱ μύες εἰσίν. | |
60 | Διὰ τί ὑπαλειφθέντες κολλύριον στυπτικόν, με‐ μυκότες μὲν τοὺς ὀφθαλμούς, ἧττον τῆς στύψεως ἀντι‐ λαμβάνονται· ἀνοίξαντες δὲ τούτους, σφοδρότερον τῆς στύψεως ἀντιλαμβάνονται; διότι μεμυκότα τὰ βλέφαρα τὸν | |
5 | κερατοειδῆ ὑμένα ἠρεμεῖν ποιοῦσιν· ἐπηρεμοῦντος οὖν τοῦ βολβοῦ, τὸ ὑπαλειφθὲν παρεμφράσσον τοὺς πόρους, τῆς ἰδίας στύψεως ἀντίληψιν ἥττονα παρέχει· ἀνοίξαντες δὲ | |
τὰ βλέφαρα, εἰκότως μᾶλλον τῆς στύψεως ἴσχομεν τὴν ἀν‐ τίληψιν. τῇ γὰρ συνεχεῖ κινήσει τοῦ ὀφθαλμοῦ, ὁ βολβὸς | 161 | |
10 | πρὸς τὰ βλέφαρα παρατριβόμενος, θερμασίας αἴτιος γίνε‐ ται· ταύτης δὲ ἀποτελεσθείσης, οἱ λόγῳ θεωρητοὶ πόροι χαυνοῦνται καὶ ἀνευρύνονται· ἀνευρυνθέντων δὲ τούτων, ἀνάγκη δέχεσθαι, ὡς εἰπεῖν, τοὺς λόγῳ θεωρητοὺς ὄγκους τοῦ κολλυρίου· ὅθεν στυπτικωτέραν παρέχει τὴν στύψιν. | |
15 | Ἢ ὅτι ἐν τῷ διάγειν τοὺς ὀφθαλμοὺς μετὰ τὴν ὑπάλειψιν συμπεριδονούμενον τῷ βολβῷ τὸ κολλύριον, λεπτύνεται· ἀεὶ γὰρ τὰ κινούμενα εὐφυῆ πρὸς λεπτυσμόν· ὅσῳ τοίνυν λεπτύνεται, τοσούτῳ τὴν ἀντίληψιν παρέχει τῆς στύψεως. | |
61 | Διὰ τί οἱ φρενιτικοὶ καὶ οἱ μεμῃνότες ἐν τοῖς παροξυσμοῖς ἰσχυρότεροί τέ εἰσι καὶ τὴν δύναμιν ἐπιτε‐ ταμένην ἔχουσι; ῥητέον, ὅτι θρασύνονται μὲν ὑπὸ τῆς παρακοπῆς· δύσκαμπτον δὲ αὐτοῖς ἐστι τὸ σῶμα ἀπὸ τῆς | |
5 | ἄγαν σφίγξεως. διὰ τοῦτο δὲ εἰς ἄνεσιν ἐλθόντες ἀτονοῦ‐ σιν, οὐ γινόμενοι ἀπὸ τοῦ κρείττονος χείρονες, ἀλλὰ τῆς σφίγξεως ἀνεθείσης. | |
62 | Διὰ τί σιναπισθέντες ὕδατι μὲν τοῦ σινήπεως λειωθέντος καὶ καταχρισθέντος, φοινίσσονται πλέον· ἐπὰν δ’ ὄξει λειωθῇ, οὐκ ἔτι τοῦτο παρέχει τοῖς πεπονθόσι; ῥη‐ τέον, ὅτι οἱ τῷ ὄξει ἐπιχρισθέντες εἰκότως ἥττονα τὴν | |
5 | ἄμυξιν ὑπομένουσι καὶ τὸν φοινιγμόν· στύφονται γὰρ τὴν ἐπιφάνειαν, καὶ ὡς εἰπεῖν περιγανοῖ τὴν ἐξ αὐτοῦ ἀποτε‐ λουμένην πύκνωσιν τῶν πόρων [τὸ ὄξος]· ὅθεν οὐ συγχωρεῖ εἰς παρείσδυσιν χώραν ἔχειν τὸ νάπυ πρὸς τὸ καθάψασθαι τῶν πόρων. Ἢ ὅτι ἡ δριμύτης τοῦ νάπυος, τῇ ἐπιμιξίᾳ | |
10 | τοῦ ὄξους ἀμβλύνεται; αὗται γὰρ αἱ ποιότητες ἀλλήλαις συμπλακεῖσαι τὴν οἰκείαν ἄκραν τῆς ποιότητος διέφθειραν, τῷ ἕκαστον τὴν ἰδίαν ἰσχὺν ἀποβεβληκέναι. ὃν τρόπον καὶ ἐπὶ τοῦ εὐκράτου λεγομένου ἐστὶ συνορᾶν· καὶ γὰρ τοῦτο ἐκ θερμοῦ ἄγαν ὕδατος καὶ ψυχροῦ συστάν, τῇ ποιᾷ περι‐ | |
15 | πλοκῇ ἀπέβαλε τὰς ἄκρας ποιότητας, καὶ παρ’ ἐκείνας ἑτέρα τις ποιότης ἀπετελέσθη. Οἱ δὲ σιναπισθέντες, τοῦ νάπυος ὕδατι λειωθέντες, μᾶλλον φοινίσσονται [τοὺς τόπους] δι’ αἰτίαν τοιάνδε· τὸ γὰρ ὕδωρ τῷ λεῖον εἶναι καὶ τῷ διϋγραί‐ νειν, ἀνευρῦνον τοὺς πόρους τοὺς λόγῳ θεωρητούς, παρ‐ | |
20 | εισδύνειν συγχωρεῖ τῷ νάπυϊ. ἔστι δὲ ὡς προείρηται θερμὸν καὶ συνεργεῖ μᾶλλον τῇ τῶν πόρων ἀναπετείᾳ. Εἰκότως οὖν οἱ μὲν ὄξει σιναπισθέντες, ἔλαττον φοινίσσονται· οἱ δ’ ὕδατι, μᾶλλον. | 162 |
63 | Διὰ τί τὸ ὄμβριον ὕδωρ γλυκύ, καίπερ ἀπὸ θα‐ λάσσης ἀνιμώμενον; ῥητέον, ὅτι τὸ θαλάττιον ὕδωρ καθ’ ἑαυτὸ ἁλμυρόν ἐστι· ἔστι δὲ τοῦτο βαρύ. ἔχει δὲ ποτα‐ μοὺς ἐπιρρέοντας εἰς αὐτήν. τὸ γοῦν πνεῦμα ἀνιμώμε‐ | |
5 | νον ἐκ τῆς θαλάττης τὸ ὕδωρ, οὐ τὸ παχὺ ἐφέλκεται, ἀλλὰ τὸ ἐν αὐτῇ λεπτόν, ὅ ἐστι τὸ γλυκύ. εἰκότως οὖν τὸ ὄμ‐ βριον γλυκύ, κἂν ἀπὸ θαλάττης ἀνιμᾶται. ἢ ὅτι τὸ πνεῦμα τῇ βίᾳ τῇ σφοδρᾷ, κἂν [αὐτὸ] τὸ θαλάσσιον ἀνιμήσηται, κινεῖ τοῦτο, κινηθὲν δὲ αὐτὸ λεπτότερον γίνεται; ἀεὶ γὰρ | |
10 | τὰ κινούμενα εὐφυῆ πρὸς λεπτυσμόν. τὸ δὲ λεπτόν, καὶ γλυκύ, ὡς [μὴ] ἐκ μεγάλων συνεστὼς ὄγκων. διὸ γλυκὺ τὸ ὄμβριον ὕδωρ. | |
64 | Διὰ τί τὸ θαλάσσιον ὕδωρ ἁλμυρὸν τυγχάνον, ἑψηθὲν ἐπὶ πολύ, γλυκύτερον γίνεται; ἕψεται δὲ ἕως ἀπο‐ τριτωθῇ. Ῥητέον, ὅτι τὸ θαλάττιον ὕδωρ ἐκ μεγάλων ὄγκων συνεστὼς λεπτύνεται καταδιαιρούμενον ὑπὸ τοῦ πυ‐ | |
5 | ρός. μεταβολὴν τοίνυν ἐσχηκός, διὰ τὸ ἀπὸ παχέως εἰς λεπτὸν καταστῆναι, τῷ ἀποβεβληκέναι τὴν προτέραν ποιό‐ τητα, γέγονεν ἀντὶ ἁλμυροῦ γλυκύ. | |
65 | Διὰ τί οἱ πάνυ φλεγμαίνοντες ὀφθαλμοὶ τραχύ‐ τητός τινος συναίσθησιν παρέχουσι τοῖς κάμνουσιν; ἢ λή‐ μης ἐπιγενομένης καὶ τῷ ἄνω βλεφάρῳ ὑπεισελθούσης, ὁ τραχυσμὸς ἀποτελεῖται; ἢ διὰ τὸ τὰ ἔνδον ἀνωμάλως κατα‐ | |
5 | πλέκοντα τὸ βλέφαρον ἀγγεῖα κυρτοῦσθαι, καὶ οὕτω τὴν τραχύτητα ἐπάγειν; | |
66 | Διὰ τί γίνεται ἐν ὀφθαλμῷ λήμη; ἢ ὅτι τῶν ὑμέ‐ νων τοῦ ὀφθαλμοῦ ὥσπερ ἐξ ἐπικαύσεως ἄγαν πυρωθέν‐ των, διὰ τὴν πλεόνασιν καὶ δυσδιαφορησίαν τῶν πόρων ἐπεχομένου τοῦ ὀφείλοντος θερμοῦ ἐκ τοῦ βάθους διαφο‐ | |
5 | ρηθῆναι ἀποτελεῖται; ἢ ὅτι τὰ ἐν τῷ ὀφθαλμῷ κατὰ φύσιν ὑγρά, ἀναξηρανθέντα καὶ οἱονεὶ φρυγέντα ὑπὸ τῆς τοπικῆς πυρώσεως, τῆς λήμης γένεσιν ἀποτελεῖ; | |
67 | Διὰ τί ἐπὶ τῶν πυρεσσόντων οἱ σφυγμοὶ ἀλλοιοῦν‐ | |
ται; ὅτι τὸ πνεῦμα τὸ ἐν ἡμῖν κατὰ φύσιν ὂν καὶ σύμ‐ μετρον, πλεονάζον, λεπτυνθὲν κατὰ διαίρεσιν ὑπὸ τῆς ἐν τῷ βάθει γενομένης [πλείονος] θερμασίας, καὶ γενόμενον | 163 | |
5 | ὀξυκίνητον διὰ τὴν κουφότητα, οὐ μόνον τοὺς σφυγμοὺς ἀλλοιοῖ, ἀλλὰ καὶ αὐτὴν τὴν ἀναπνοήν. | |
68 | Διὰ τί τὴν ἐπιφάνειαν ἑλκώδη ἴσχουσιν οἱ πυρέτ‐ τοντες; ὅτι παρατριβομένης τῆς σαρκὸς τοῖς παρακρατου‐ μένοις ὄγκοις εὐτριψίας οὔσης, προσαγανακτεῖ· ὡς καὶ ἐπὶ τῶν φλεγμαινόντων τι μέρος τοῦ σώματος εἴωθε γίνεσθαι. | |
69 | Διὰ τί ὠχριῶσιν οἱ πυρέττοντες; ἤτοι διὰ τὴν τροπὴν τῶν ἐν ἡμῖν ὑγρῶν, ἢ διὰ τὴν τῶν λόγῳ θεωρη‐ τῶν πόρων μετασκευὴν τοῦτο συμβαίνει· ἀνάλογον δὲ καὶ περὶ τὰς ἐκκρίσεις τῆς κοιλίας καὶ τῶν οὔρων ἡγητέον γί‐ | |
5 | νεσθαι. | |
70 | Διὰ τί ἐπὶ τῶν ῥοωδῶς πυρεσσόντων, διαφορήσεως οὔσης καὶ ἀποικονομήσεως τῶν ἐν ἡμῖν, θερμασία τις ἐπι‐ φαίνεται τούτοις, καὶ ὁ σφυγμὸς μέγας; ὅτι τῆς παρακει‐ μένης ὕλης λεπτυνομένης ἐπὶ πολύ, ἡ διαφόρησις γίνεται· | |
5 | τῇ δὲ ποιᾷ παρόδῳ τῶν ὄγκων καὶ παρατρίψει, ἡ ποιὰ θερ‐ μασία ἀποτελεῖται. καὶ οὔ φαμεν ὁμοίως τοῖς στεγνοπα‐ θοῦσι τὴν θερμασίαν ἔχειν τοὺς ῥοωδῶς πυρέσσοντας· ἀλλ’ οὐδὲ μὴν τὸν σφυγμόν· κατὰ δὲ σύγκρισιν τῶν ὑγιαινόν‐ των. ἔσται δέ σοι τοῦτο πρόδηλον κἀκ τῶν λουσαμένων ἢ | |
10 | γυμνασίᾳ χρωμένων, ἐφ’ ὧν χαλῶνται μὲν οἱ πόροι, λεπτύ‐ νεσθαι δὲ συμβαίνει τὰ παρακείμενα καὶ διαπνεῖσθαι προ‐ δήλως τὴν θερμασίαν· γίγνεσθαί τε καὶ εἶναι πλείονα ἢ κατὰ φύσιν, καὶ τὸν σφυγμὸν σφοδρότερον, καὶ μέγεθος ἴσχειν· τὴν γὰρ δυσκινησίαν καὶ τὸ βάρος ὑπὸ τῆς μειω‐ | |
15 | θείσης δυνάμεως ἀποτελεῖσθαι. | |
71 | Διὰ τί πρὸς τὴν τροφὴν οἱ πυρέξαντες ἀνορέκτως ἔχουσιν; ἢ ὅτι ἡ ὄρεξις ἐν συμμετρίᾳ τινί ἐστι τῶν ἐν στομάχῳ καὶ κοιλίᾳ πόρων; ἣν συμμετρίαν εὔλογον οὐχ ὑγιῆ μένειν, ἤτοι διαστάντων ἐπὶ πλεῖον τῶν πόρων, ἢ | |
5 | μυόντων. | |
72 | Διὰ τί ἐν ταῖς χολέραις τὰ ἄκρα συνέλκεται καὶ σπᾶται καὶ καταψύχεται, καὶ ἀμαυρὸν τὸν σφυγμὸν ἔχου‐ σιν; ὅτι λεληθότως διαφορεῖται τὸ ἐξ αὐτῶν πνεῦμα πρὸς | |
τὴν ἐν κοιλίᾳ λεπτομέρειαν· ἔνθερμος γὰρ τούτοις ἡ κοι‐ | 164 | |
5 | λία· ἔνθεν καὶ ναρκῶσι. ναρκᾷ δὲ τὰ στερούμενα τῆς τοῦ πνεύματος παραθέσεως· τὰ δὲ ἄκρα ψύχεται καὶ συνέλκε‐ ται, τῷ καὶ τὸ ἐν τούτοις θερμὸν πρὸς τὴν κοιλίαν φέ‐ ρεσθαι διὰ τὴν λεπτομέρειαν. | |
73 | Διὰ τί οἱ ὑδροφοβικοὶ τὸ ὕδωρ φοβοῦνται, καὶ τὸ αἰδοῖον ἅμα τοῖς ὑποχονδρίοις ἐντείνονται, καὶ τρέμουσι καὶ σπῶνται καὶ παρακόπτουσιν εἰς τοσοῦτον, ὥστε καὶ ὑλακτῆσαι κυσὶν ὁμοίως; σπῶνται μὲν οὖν καὶ τρέμουσι, | |
5 | τοῦ στομάχου συντιθεμένου τῷ νευρώδει. διὰ ταὐτὸ δὲ καὶ τὸ αἰδοῖον ἐντείνονται. ἡ γὰρ τοῦ ὑδροφόβου κατασκευὴ καὶ ἡ πεῖσις, ἔνστασίς ἐστι περὶ τὸν στόμαχον καὶ τὴν κοιλίαν. παρακόπτουσι δὲ διὰ τὸ ἀναδίδοσθαι ἐπὶ κοιλίαν καὶ στόμαχον ὕλην ἐφθαρμένην, καὶ ταύτης μέρος τι εἰς | |
10 | τὰς μήνιγγας ἀναθυμιᾶσθαι. ἐνιστάμενον δὲ περὶ ταύ‐ τας, ἀπεργάζεται τὰς ἐκνοίας· ὀχλοῦνται δὲ πίνοντες, ὅτι ἡ μὲν σύστασις ἀπετελέσθη περὶ μικροὺς πόρους. ὅταν οὖν πίνωσι, παραδύεται τὸ ὕδωρ, ἅτε λεπτομερὲς ὄν, τοῖς μικροῖς πόροις καὶ αὔξει τὰς ἐνστάσεις. ὑπὸ δὲ τῆς στε‐ | |
15 | ρεμνίου τροφῆς οὐκ ὀχλοῦνται. τοὺς γὰρ ὄγκους αὐτῶν μεγάλους ὄντας, οἱ πεπονθότες οὐ παραδέχονταί ποτε. καὶ μὴ πίνοντες δὲ τὸ ὕδωρ, δεδοίκασι τοῦτο διὰ τὴν τῶν αἰσθητηρίων φαντασίαν. πίνων γάρ τις ὁρᾷ ἅμα καὶ πίνει· ἡ δὲ ὅρασις ὑπὸ τοῦ ὕδατος κινηθεῖσα, συγκινεῖ τὸ ἐν τῷ | |
20 | στόματι πνεῦμα. τοῦτο δὲ κινηθὲν ὑπὸ τοῦ πινομένου συγκινεῖ τὴν ὅρασιν οὕτως, ὡς ὑπὸ τοῦ ὕδατος πρὶν ἐκι‐ νεῖτο· ἐκ δὲ τῆς συγκινήσεως γίνεται συγγυμνασία τοιαύτη, ὥστε κἂν μὴ πίνηται τὸ ὕδωρ, βέβληται ἐν τῷ στομάχῳ πνεῦμα συγκινοῦν, ὡς ὑπὸ τοῦ πινομένου τάχιον ὀχληρῶς | |
25 | ἐκινεῖτο. συγκαλυψάμενοι οὖν πίνουσι διὰ τὸ ἀποχωρεῖν τῶν κινημάτων τὸ ἕτερον. ὑπὲρ δὲ τοῦτο ἰόν, τοῖς πόροις τοῦ στομάχου ἐνίστασθαι βέλτιον ἔχει. | |
74 | Διὰ τί οἱ ἀπεπτήσαντες ἐφθαρμένην ἀπερεύγουσι τροφήν; ὅτι διὰ τὸ πλῆθος τῆς προσαχθείσης, θερμασία πλείων γίνεται εἰς τὸ κύτος τῆς κοιλίας· καὶ αὕτη ἐμπλεο‐ μένη, φθείρει τὴν τροφὴν καὶ κνισσοῖ, οὐκ ἐκ τοῖς ἀραιώ‐ | |
5 | μασιν, ἀλλ’ ἐν τῷ κύτει. | |
75 | Διὰ τί οἱ κεφαλάλγειαν ἔχοντες ἀμβλυωποῦσι καὶ δακρύουσι συνεχῶς; ὅτι ἐπὶ τὴν κεφαλὴν ἀναδιδομένης ὕλης (ἀεὶ γὰρ ἐπὶ τὰ πεπονθότα αἱ ὕλαι φέρονται) πολὺ μέρος φέρεται ἐπὶ τοὺς ὀφθαλμούς, καὶ τοῦτ’ εἰκότως, διὰ τὸ | 165 |
5 | ἀνεῷχθαι διὰ τὸ πλῆθος τῆς λεπτομερείας, ὃ γίνεται διὰ τὴν συνεχῆ κίνησιν αὐτῶν. [ἢ] καὶ πῇ μὲν δακρύουσι διὰ τὸ πλῆθος τῆς ἐπιφορτιζούσης τὰ μέρη ὕλης· πῇ δὲ ἀμ‐ βλυωποῦσι διὰ τὸ ἐπιθολοῦσθαι τὸ κατὰ φύσιν πνεῦμα, τὸ διοδεῦον διὰ τῶν ὁρατικῶν πόρων τῇ ἐπιμιξίᾳ τῆς ἀνα‐ | |
10 | δοθείσης ὕλης. | |
76 | Διὰ τί ἦχοι ἀποτελοῦνται κεφαλαλγείας οὔσης; ὅτι τὸ ἀκουστικὸν πνεῦμα κραδαίνεται ὑπὸ τῆς ἐνστάσεως τῆς περὶ τὰ μέρη συστάσης· ἔνστασις δέ ἐστιν ὄγκος ἐν λόγῳ θεωρητοῖς ἀραιώμασι διὰ σφήνωσιν. | |
77 | Διὰ τί οἱ κεφαλάλγειαν ἔχοντες ἐξανιστάμενοι μᾶλ‐ λον ἀλγοῦσιν; Ὅτι κινουμένης τῆς κεφαλῆς, πλείων ἐπ’ αὐτὴν ἡ τῆς ὕλης φορὰ γίνεται καὶ τὰς ἐνστάσεις αὔξει. | |
78 | Διὰ τί ἀσφυξία γίνεται; Ὅτι ἀπὸ τῶν ἀρτηριῶν πνεῦμα πονηρευομένου τοῦ πάθους πρὸς τὴν ἐν τοῖς πε‐ πονθόσι λεπτομέρειαν ἕλκεται. | |
79 | Διὰ τί οἱ μαινόμενοι παρακόπτουσιν; ὅτι δυσοδία τοῦ ψυχικοῦ πνεύματος ἀποτελεῖται, διὰ τὴν ἔνστασιν καὶ τὴν μύσιν τῶν ἐν τοῖς μεταβάλλουσιν αὐτὸ σώμασι πό‐ ρων· συνίσταται γὰρ περὶ τὸν ἐγκέφαλον καὶ τὰς ἐκεῖσε | |
5 | μήνιγγας τὸ πάθος, καὶ τὰς ἐντεῦθεν διὰ τὸ παρὰ φύσιν διακεῖσθαι τὰς ἀποφύσεις. καὶ φαντασίας τινὰς ὁρῶνται φανταζόμενοι καὶ τὰ μὴ ἑστῶτα ὡς ἑστῶτα ὁρᾶν, καὶ τὰ μὴ ὑπάρχοντα ὡς ὑπάρχοντα, ὅμοιόν τι τοῖς ἰκτε‐ ρικοῖς πάσχοντες. καὶ γὰρ ἐκεῖνοι διὰ τὴν ποροποιΐαν τῶν | |
10 | ἐν τοῖς ὀφθαλμοῖς ἀποτελεσθέντων πόρων, τοιάνδε τῶν ὁρατῶν φαντασίαν ἔχουσι· πάντα γὰρ αὐτοῖς χλωρὰ φαίνε‐ ται εἶναι. | |
80 | Διὰ τί οἱ μελαγχολικοί, ὀργίλοι καὶ δύσθυμοι; ἐπειδὴ τὸ πάθος περί τε κοιλίαν ὑφίσταται καὶ τοῦ στο‐ μάχου τὸ πέρας, ὃ συνάπτει τῷ στόματι τῆς κοιλίας. ἐκεῖσε οὖν ὑγρῶν διεφθορότων, συναθροισμὸς ἀποτελεῖται, καὶ | |
5 | αἰτία γίνεται τῶν λεχθέντων· πρόδηλον δὲ τοῦτο κἀκ τῶν | |
ὑγιαινόντων μέν, ἀρχῇ δὲ τροφῆς χρησαμένων. δυσεντευ‐ ξίαι γὰρ συμβαίνουσι. καὶ οἱ ὑδροφοβικοί, ἐπιβουλεύεσθαι δοκοῦντες, ἀτροφοῦσι σχεδόν. | 166 | |
81 | Διὰ τί τῶν παραλυθέντων μερῶν τὰ μὲν ἐπεκτεί‐ νεται, τὰ δὲ συστέλλεται καὶ συνέλκεται; ὅτι τὸ πάθος κατὰ τῶν λόγῳ θεωρητῶν ἀραιωμάτων ἀποτελεῖται. ὅταν οὖν ἡ μύσις εἰς μῆκος συμπέσῃ, ἐπεκτείνεται τὸ παρεθὲν | |
5 | μέρος· συνέρχεται δέ, ἐπὰν ἐπικαρσίως οἱ πόροι μύσωσι. | |
82 | Διὰ τί οἱ δυσπνοοῦντες ἦχον συριγματώδη ἠχοῦ‐ σιν; ὅτι μύσις τίς ἐστι καὶ σύμπτωσις πόρων τῶν ἐν τῷ πνεύμονι πάθος. διὰ στενοῦ τοίνυν τόπου πνεύματος φε‐ ρομένου, ἦχος τοιοῦτος ἀποτελεῖται. συναντῶσι δὲ καὶ βῆχες | |
5 | τούτοις, διὰ τὴν ἐκ τῆς παρατρίψεως θερμασίαν, πλειόνων συνδιδομένων ὄγκων εἰς τὰς τῶν βρόγχων κοιλότητας, κἀκείνων ἀπὸ τοῦ πνεύματος ἅμα κοπτομένων. | |
83 | Διὰ τί οἱ δυσπνοοῦντες, ὀρθοὶ ὄντες, ἔλαττον δυσπνοοῦσιν, ἤπερ κατακείμενοι; ὅτι τοῦ βρόγχου συμπα‐ θοῦντος κατὰ τὸ πνεῦμα συμβάλλει καὶ τὸν θώρακα συν‐ διεγείρειν αὐτῷ. | |
84 | Διὰ τί ἐν τοῖς ῥήγμασιν ἐπὶ τῶν ἐκ πληγῆς ῥη‐ γνυμένων, τὸ μὲν ὑπογάστριον οὐ ῥήγνυται ἐκτὸς ὄν, τὸ δὲ περιτόναιον ἔνδον ὄν, ῥήγνυται; τούτου ἡ αἰτία αὐτὴ τῶν σωμάτων ἡ φύσις· τὸ μὲν ὑπογάστριον σαρκῶδές ἐστι, | |
5 | τὸ δὲ περιτόναιον τεταμένον· ἀντιπάσχον οὖν τῷ προσ‐ πίπτοντι, ῥήγνυται. τὸ αὐτὸ συμβαίνει καὶ ἐπὶ τῶν ἄνευ | |
τραυμάτων καταγμάτων. | 167 |